previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

᾿ενδοτέρω δὲ τῆς κατ᾽ αὐτὰς ὀρεινῆς ἄλλη ῥάχις ἐστί, μεταξὺ αὐλῶνα καταλείπουσα τὸν κατὰ Ἄλγιδον, ὑψηλὴ μέχρι τοῦ Ἀλβανοῦ ὄρους. ἐπὶ ταύτης δὴ τὸ Τούσκουλον ἵδρυται πόλις οὐ φαύλως κατεσκευασμένη: [p. 329] κεκόσμηται δὲ ταῖς κύκλῳ φυτείαις καὶ οἰκοδομίαις, καὶ μάλιστα ταῖς ὑποπιπτούσαις ἐπὶ τὸ κατὰ τὴν Ῥώμην μέρος. τὸ γὰρ Τοῦσκλον ἐνταῦθα ἐστὶ λόφος εὔγεως καὶ εὔυδρος, κορυφούμενος ἠρέμα πολλαχοῦ καὶ δεχόμενος βασιλείων κατασκευὰς ἐκπρεπεστάτας. συνεχῆ δ᾽ ἐστὶ καὶ τὰ τῷ Ἀλβανῷ ὄρει ὑποπίπτοντα, τὴν αὐτήν τε ἀρετὴν ἔχοντα καὶ κατασκευήν. ἐφεξῆς δ᾽ ἐστὶ πεδία, τὰ μὲν πρὸς τὴν Ῥώμην συνάπτοντα καὶ τὰ προάστεια αὐτῆς, τὰ δὲ πρὸς τὴν θάλατταν: τὰ μὲν οὖν πρὸς τὴν θάλατταν ἧττόν ἐστιν ὑγιεινά, τὰ δὲ ἄλλα εὐάγωγά τε καὶ παραπλησίως ἐξησκημένα. μετὰ δὲ τὸ Ἀλβανὸν Ἀρικία ἐστὶ πόλις ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ: στάδιοι δ᾽ εἰσὶν ἐκ τῆς Ῥώμης ἑκατὸν ἑξήκοντα: κοῖλος δ᾽ ἐστὶν τόπος, ἔχει δ᾽ ὅμως ἐρυμνὴν ἄκραν. ὑπέρκειται δ᾽ αὐτῆς τὸ μὲν Λανούιον, πόλις Ῥωμαίων, ἐν δεξιᾷ τῆς Ἀππίας ὁδοῦ, ἀφ᾽ ἧς ἔποπτος τε θάλαττά ἐστι καὶ τὸ Ἄντιον: τὸ δ᾽ Ἀρτεμίσιον, καλοῦσι νέμος, ἐκ τοῦ ἐν ἀριστερᾷ μέρους τῆς ὁδοῦ τοῖς ἐξ Ἀρικίας ἀναβαίνουσιν. τῆς δ᾽ Ἀρικίνης τὸ ἱερὸν λέγουσιν ἀφίδρυμά τι τῆς Ταυροπόλου: καὶ γάρ τι βαρβαρικὸν κρατεῖ καὶ Σκυθικὸν περὶ τὸ ἱερὸν ἔθος. καθίσταται γὰρ ἱερεὺς γενηθεὶς αὐτόχειρ τοῦ ἱερωμένου πρότερον δραπέτης ἀνήρ: ξιφήρης οὖν ἐστιν ἀεὶ περισκοπῶν τὰς ἐπιθέσεις, ἕτοιμος ἀμύνεσθαι. τὸ δ᾽ ἱερὸν ἐν ἄλσει, πρόκειται δὲ λίμνη πελαγίζουσα, κύκλῳ δ᾽ ὀρεινὴ συνεχὴς ὀφρὺς περίκειται καὶ λίαν ὑψηλὴ καὶ τὸ ἱερὸν καὶ τὸ ὕδωρ ἀπολαμβάνουσα ἐν κοίλῳ τόπῳ καὶ βαθεῖ. τὰς μὲν οὖν πηγὰς ὁρᾶν ἔστιν, ἐξ ὧν λίμνη πληροῦται: τούτων δ᾽ ἐστὶν Ἠγερία καλουμένη, δαίμονός τινος ἐπώνυμος: αἱ δ᾽ ἀπορρύσεις ἐνταῦθα μὲν ἄδηλοί εἰσιν, ἔξω δὲ δείκνυνται πόρρω πρὸς τὴν ἐπιφάνειαν ἀνέχουσαι. [p. 330]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: