previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15]

πρὸς δὲ ταῖς ἐκβολαῖς μεγάλη νῆσός ἐστιν Πεύκη: κατασχόντες δ᾽ αὐτὴν Βαστάρναι Πευκῖνοι προσηγορεύθησαν: εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι πολὺ ἐλάττους, αἱ μὲν ἀνωτέρω ταύτης αἱ δὲ πρὸς τῇ θαλάττῃ. ἑπτάστομος γάρ ἐστι: μέγιστον δὲ τὸ ἱερὸν στόμα καλούμενον, δι᾽ οὗ σταδίων ἀνάπλους ἐπὶ τὴν Πεύκην ἑκατὸν εἴκοσιν, ἧς κατὰ τὸ κάτω μέρος ἐποίησε τὸ ζεῦγμα Δαρεῖος: δύναιτο δ᾽ ἂν ζευχθῆναι καὶ κατὰ τὸ ἄνω. τοῦτο δὲ καὶ πρῶτόν ἐστι στόμα ἐν ἀριστερᾷ εἰσπλέοντι εἰς τὸν Πόντον: τὰ δ᾽ ἑξῆς ἐν παράπλῳ τῷ ἐπὶ τὸν Τύραν: διέχει δ᾽ ἀπ᾽ αὐτοῦ τὸ ἕβδομον στόμα περὶ τριακοσίους σταδίους. γίνονται οὖν μεταξὺ τῶν στομάτων νησῖδες. τὰ μὲν δὴ τρία στόματα τὰ ἐφεξῆς τῷ ἱερῷ στόματί ἐστι μικρά, τὰ δὲ λοιπὰ τοῦ μὲν πολὺ ἐλάττονα τῶν δὲ μείζονα: Ἔφορος δὲ πεντάστομον [p. 420] εἴρηκε τὸν Ἴστρον. ἐντεῦθεν δ᾽ ἐπὶ Τύραν ποταμὸν πλωτὸν ἐνακόσιοι στάδιοι: ἐν δὲ τῷ μεταξὺ δύο λίμναι μεγάλαι, μὲν ἀνεῳγμένη πρὸς τὴν θάλατταν ὥστε καὶ λιμένι χρῆσθαι, δ᾽ ἄστομος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: