previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

οἱ μέντοι πρὸ ἡμῶν καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμήρου χρόνοις τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ λέγει Ἡρόδοτος περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφ᾽ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρ᾽ αὐτοῦ. ὅρα δὲ καὶ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα. πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαὶ τῆς ἁπλότητος ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν [p. 414] ἀπομνημονευόμενα. διὰ τοῦτο δὲ καὶ Ἀνάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησιν εὐδοκίμουν, ὅτι ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης. καὶ τί δεῖ τοὺς πάλαι λέγειν; Ἀλέξανδρος γὰρ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αἵμου στρατείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ εἰς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίωνἐκεῖσε γὰρ καταφυγόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν), εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα παρὰ τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου. φησὶ δὲ Πτολεμαῖος Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμῖξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη φοβοῖντο, νομίζοντα αὐτὸν ἐρεῖν: αὐτοὺς δ᾽ ἀποκρίνασθαι ὅτι οὐδὲν πλὴν εἰ ἄρα μὴ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι. ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβάρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν. τε Δρομιχαίτης κατὰ τοὺς διαδόχους ἦν1 Γετῶν βασιλεύς: ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ [p. 415] τὴν αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι: ταῦτα δ᾽ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν ἀπέλυσεν αὐτόν2.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: