previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[11]

Δωδώνη τοίνυν τὸ μὲν παλαιὸν ὑπὸ Θεσπρωτοῖς ἦν καὶ τὸ ὄρος Τόμαρος Τμάροςἀμφοτέρως γὰρ λέγεται), ὑφ᾽ κεῖται τὸ ἱερόν: καὶ οἱ τραγικοὶ [p. 452] δὲ καὶ Πίνδαρος Θεσπρωτίδα εἰρήκασι τὴν Δωδώνην: ὕστερον δὲ ὑπὸ Μολοττοῖς ἐγένετο. ἀπὸ δὲ τοῦ Τομάρου τοὺς ὑπὸ τοῦ ποιητοῦ λεγομένους ὑποφήτας τοῦ Διός, οὓς καὶ ἀνιπτόποδας χαμαιεύνας καλεῖ, τομούρους φασὶ λεχθῆναι: καὶ ἐν μὲν τῇ Ὀδυσσείᾳ οὕτω γράφουσί τινες φησιν Ἀμφίνομος, συμβουλεύων τοῖς μνηστῆρσι μὴ πρότερον ἐπιτίθεσθαι τῷ Τηλεμάχῳ πρὶν ἂν τὸν Δία ἔρωνταιεἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο τομοῦροι,
αὐτός τε κτανέω, τούς τ᾽ ἄλλους πάντας ἀνώξω:
εἰ δέ κ᾽ ἀποτρεπέῃσι θεός, παύεσθαι ἄνωγα.
1 βέλτιον γὰρ εἶναι τομούρους θέμιστας γράφειν: οὐδαμοῦ γοῦν τὰ μαντεῖα θέμιστας λέγεσθαι παρὰ τῷ ποιητῇ, ἀλλὰ τὰς βουλὰς καὶ τὰ πολιτεύματα καὶ νομοθετήματα: τομούρους δ᾽ εἰρῆσθαι ἐπιτετμημένως2 οἷον τομαροφύλακας. οἱ μὲν οὖν νεώτεροι λέγουσιν τομούρους: παρ᾽ Ὁμήρῳ δ᾽ ἁπλούστερον δεῖ δέχεσθαι θέμιστας καταχρηστικῶς καὶ βουλάς, τὰ προστάγματα καὶ τὰ βουλήματα τὰ μαντικά, καθάπερ καὶ τὰ νόμιμα: τοιοῦτον γὰρ καὶ τόἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακοῦσαι.
3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: