Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28] καὶ μὴν ἥ γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφ᾽ ἡμῶν [p. 500] ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη. φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως: καταφρονήσαντες δ᾽ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις. ἀντὶ τούτων οὖν ὁ Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷός τε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν “ πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια,
”1τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας. “ καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί)Νηλήιον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ,
”2ὡς μεθ᾽ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστ᾽ ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι: περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν. αἰσθόμενοι δ᾽ εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν: νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται: τοῦτο δ᾽ ἐστὶ κατὰ μεσημβρίαν: θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν: λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντές τε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησαν “ πέτρης τ᾽ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
”3καὶ ὑποβάς “ αὐτὰρ Ἀχαιοὶ
[p. 501] ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ᾽ ἔχον ὠκέας ἵππους.
”4
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.