previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

Ἀπολλόδωρος δὲ διδάσκων ὃν τρόπον ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν τὸν δὲ Βοιωτιακὸν Μινύειον, καὶ Σάμον Θρηικίην συντιθείςμεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου,
1 ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἐφύραν διαστέλλεσθαι τῷ τε τηλόθεν καὶ τῷποταμοῦ ἄπο Σελλήεντος.
2ταῦτα δ᾽ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρ᾽ οὗ μεταφέρει τὰ πλεῖστα. ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλ᾽ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν, ὡς προείπομεν. τοῦτό τε οὖν εἴρηκε σκέψεως δεόμενον καὶ περὶ τῆς Οἰχαλίας ὅτι φησὶν οὐ μιᾶς οὔσης, μίαν εἶναι πόλιν Εὐρύτου Οἰχαλιῆος: δῆλον οὖν ὅτι τὴν Θετταλικήν, ἐφ᾽ ἧς φησινοἵ τ᾽ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος
3 τίς οὖν ἔστιν ἐξ ἧς ὁρμηθέντα αἱ Μοῦσαι κατὰ Δώριονἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς;
4 5 εἰ μὲν γὰρ Θετταλική, οὐκ εὖ πάλιν Σκήψιος Ἀρκαδικήν τινα λέγων, ἣν νῦν Ἀνδανίαν καλοῦσιν: εἰ δ᾽ οὗτος εὖ, καὶ Ἀρκαδικὴ πόλις Εὐρύτου εἴρηται, ὥστ᾽ οὐ μία μόνον: ἐκεῖνος δὲ μίαν φησί. [p. 483]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: