[8] ὁ δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκεν “ οἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα [p. 484]
πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί: πολέες δ᾽ ἔμβαινον Ἐπειοί.
”1τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούς τε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον: οὐδ᾽ ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον. ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλον “ ὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Βουπρασίῳ2.
”3 πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτ᾽ εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷ τε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν. ἦν δ᾽, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, ἣ νῦν οὐκέτ᾽ ἐστίν: ἡ δὲ χώρα καλεῖται μόνον οὕτως ἡ ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως. ὑπολάβοι δ᾽ ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους: ὕστερον δ᾽ ἀντ᾽ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν. καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τό “ ἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος
”4 καί “ ἀν᾽ Ἑλλάδα τε Φθίην τε
”5; καὶ “ Κουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοί,
”6 καὶ “ οἱ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων.
”7 καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι: Ἱππῶναξ μέν “ Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν:
”8 Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι: καὶ [p. 485] Ἀλκμὰν δέ “ Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν
”9 καὶ Αἰσχύλος
εἰ δ᾽ οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐδ᾽ ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν: ἀλλὰ τοῦτ᾽ οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον.