previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

μετὰ δὲ Ταίναρον πλέοντι ἐπὶ τὴν Ὄνου γνάθον καὶ Μαλέας Ψαμαθοῦς ἐστι πόλις: εἶτ᾽ Ἀσίνη καὶ Γύθειον τὸ τῆς Σπάρτης ἐπίνειον ἐν διακοσίοις καὶ τετταράκοντα σταδίοις ἱδρυμένον: ἔχει δ᾽, ὥς φασι, τὸ ναύσταθμον ὀρυκτόν: εἶθ᾽ Εὐρώτας ἐκδίδωσι μεταξὺ Γυθείου καὶ Ἀκραίων. τέως μὲν οὖν πλοῦς ἐστι παρ᾽ αἰγιαλὸν ὅσον διακοσίων καὶ τετταράκοντα σταδίων: εἶθ᾽ ἑλῶδες ὑπέρκειται χωρίον καὶ κώμη Ἕλος: πρότερον δ᾽ ἦν πόλις, καθάπερ καὶ Ὅμηρός φησινοἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽ ἔφαλον πτολίεθρον
1κτίσμα δ᾽ Ἑλίου φασὶ τοῦ Περσέως. ἔστι δὲ καὶ πεδίον καλούμενον Λεύκη: εἶτα πόλις ἐπὶ χερρονήσου ἱδρυμένη Κυπαρισσία λιμένα ἔχουσα: εἶτα Ὄνου γνάθος λιμένα ἔχουσα: εἶτα Βοία πόλις, εἶτα Μαλέαι: στάδιοι δ᾽ εἰς αὐτὰς ἀπὸ τῆς Ὄνου γνάθου πεντήκοντα καὶ ἑκατόν: ἔστι δὲ καὶ Ἀσωπὸς πόλις ἐν τῇ Λακωνικῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: