previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[11] τῇ μὲν οὖν Τίρυνθι ὁρμητηρίῳ χρήσασθαι δοκεῖ Προῖτος καὶ τειχίσαι διὰ Κυκλώπων, οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς [p. 529] τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας: καὶ ἴσως τὰ σπήλαια τὰ περὶ τὴν Ναυπλίαν καὶ τὰ ἐν αὐτοῖς ἔργα τούτων ἐπώνυμά ἐστιν. δὲ ἀκρόπολις Λίκυμνα ἐπώνυμος Λικυμνίου, διέχει δὲ τῆς Ναυπλίας περὶ δώδεκα σταδίους: ἔρημος δ᾽ ἐστὶ κἀκείνη καὶ πλησίον Μιδέα, ἑτέρα οὖσα τῆς Βοιωτικῆς: ἐκείνη γὰρ ἔστι Μίδεια ὡς πρόνοια, αὕτη δὲ Μιδέα ὡς Τεγέα: ταύτῃ δ᾽ ὅμορος Πρόσυμνα ... αὕτη ἱερὸν ἔχουσα Ἥρας: ἠρήμωσαν δὲ τὰς πλείστας οἱ Ἀργεῖοι ἀπειθούσας. οἱ δ᾽ οἰκήτορες οἱ μὲν ἐκ τῆς Τίρυνθος ἀπῆλθον εἰς Ἐπίδαυρον, οἱ δὲ ἐκ τῆς ... εἰς τοὺς Ἁλιεῖς καλουμένους, οἱ δ᾽ ἐκ τῆς Ἀσίνηςἔστι δ᾽ αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίαςὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετῳκίσθησαν, ὅπου καὶ ὁμώνυμος τῇ Ἀργολικῇ Ἀσίνῃ πολίχνη. οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατῴκιζον οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπ᾽ αὐτούς: καὶ οἱ ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: