previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθ᾽ αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος Ἴασον ἵππιον Πελασγικὸν ἱππόβοτον. καὶ γὰρ πόλις Ἄργος λέγεταιἌργος τε Σπάρτη τε.
1οἱ δ᾽ Ἄργος τ᾽ εἶχον Τίρυνθά τε.
2καὶ Πελοπόννησοςἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ.
3οὐ γὰρ πόλις γε ἦν οἶκος αὐτοῦ. καὶ ὅλη Ἑλλάς: Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς. τὴν δ᾽ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶννῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.
4τὴν δὲ Πελοπόννησον Ἀχαιικὸνεἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιικὸν
5 οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ.
6σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατ᾽ ἄλλην σημασίαν. Ἴασόν τε Ἄργος τὴν Πελοπόννησον λέγειεἰ πάντες γ᾽ ἐσίδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί
7 τὴν [p. 525] Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας: οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς. ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: