previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι: μετὰ Σικυῶνα Πελλήνη κεῖται: εἶτα Αἴγειρα δευτέρα: τρίτη Αἰγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα: τετάρτη Βοῦρα: μετ᾽ αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ἴωνες, μάχῃ κρατηθέντες ὑπ᾽ Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέπεσον ἐνθένδε: μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς καὶ Φαρεῖς: εἶτ᾽ Ὤλενος, παρ᾽ ὃν Πεῖρος ποταμὸς μέγας: εἶτα Δύμη καὶ Τριταιεῖς. οἱ μὲν οὖν Ἴωνες κωμηδὸν ᾤκουν, οἱ δ᾽ Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνῴκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς εἰς ΑἴγειρανΑἰγαῖοι δ᾽ ἐλέγοντο οἱ ἐνοικοῦντες), Ὤλενον δὲ εἰς Δύμην. δείκνυται δ᾽ ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος: αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἐπίσημον, Δύμης μὲν ἀπέχει τετταράκοντα σταδίους, Πατρῶν δὲ ὀγδοήκοντα. ὁμώνυμοι δ᾽ εἰσὶ ταῖς μὲν Αἰγαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτίσμα καὶ αὐτὸ ἴχνη σῶζον μόνον. δὲ ποιητὴς τοῦ μὲν ἐν Ἀχαΐᾳ Ὠλένου οὐ μέμνηται, ὥσπερ οὐδ᾽ ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγειαἰγιαλόν τ᾽ ἀνὰ πάντα καὶ ἀμφ᾽ Ἑλίκην εὐρεῖαν.
1τοῦ δ᾽ Αἰτωλικοῦ μέμνηται ὅταν φῇοἳ Πλευρῶν᾽ ἐνέμοντο καὶ Ὤλενον.
2τὰς δ᾽ Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήνοἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ ἀνάγουσι.
3ὅταν δὲ φῇ[p. 547]Αἰγάς, ἔνθα τέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης:
4ἔνθ᾽ ἵππους ἔστησε Ποσειδάων,
5βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφ᾽ ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι: ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι πραγματεία πεποίηται περὶ τὸν Τρωικὸν πόλεμον. πρὸς δὲ ταῖς Ἀχαϊκαῖς Αἰγαῖς Κρᾶθις ῥεῖ ποταμὸς ἐκ δυεῖν ποταμῶν αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων: ἀφ᾽ οὗ καὶ ἐν Ἰταλίᾳ Κρᾶθις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: