previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑξῆς δ᾽ ἐστὶν Βοιωτία, περὶ ἧς λέγοντα καὶ περὶ τῶν συνεχῶν ἐθνῶν ἀνάμνησιν ποιήσασθαι χρὴ τοῦ σαφοῦς χάριν ὧν εἴπομεν πρότερον. ἐλέγομεν δὲ τὴν ἀπὸ Σουνίου παραλίαν μέχρι Θετταλονικείας ἐπὶ τὰς ἄρκτους τετάσθαι, μικρὸν ἐκκλίνουσαν πρὸς δύσιν καὶ ἔχουσαν τὴν θάλατταν πρὸς ἕω, τὰ δ᾽ ὑπερκείμενα μέρη πρὸς δύσιν ὡς ἂν ταινίας τινὰς διὰ τῆς πάσης χώρας τεταμένας παραλλήλους: ὧν πρώτη ἐστὶν Ἀττικὴ σὺν τῇ Μεγαρίδι ὡς ἂν ταινία τις, τὸ μὲν ἑωθινὸν πλευρὸν ἔχουσα τὴν ἀπὸ Σουνίου μέχρι Ὠρωποῦ καὶ ... ίας, τὸ δ᾽ ἑσπέριον τόν τε Ἰσθμὸν καὶ τὴν Ἀλκυονίδα θάλατταν τὴν κατὰ Παγὰς μέχρι τῶν τόπων τῆς Βοιωτίας τῶν περὶ Κρέουσαν: τὰ δὲ λοιπὰ τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ παραλίαν καὶ τὴν ὡς ἂν ... ς ὀρεινὴν τὴν διείργουσαν ἀπὸ τῆς Βοιωτίας τὴν Ἀττικήν. δευτέρα δ᾽ ἐστὶν Βοιωτία ἀπὸ τῆς ἕω ἐπὶ δύσιν τεταμένη ταινία [p. 566] τις ἀπὸ τῆς κατ᾽ Εὔβοιαν θαλάττης ἐπὶ θάλατταν τὴν κατὰ τὸν Κρισαῖον κόλπον, ἰσομήκης πως τῇ Ἀττικῇ καὶ ἐλάττων κατὰ μῆκος: ἀρετῇ μέντοι τῆς χώρας πάμπολυ διαφέρει. [2]

Ἔφορος δὲ καὶ ταύτῃ κρείττω τὴν Βοιωτίαν ἀποφαίνει τῶν ὁμόρων ἐθνῶν καὶ ὅτι μόνη τριθάλαττός ἐστι καὶ λιμένων εὐπορεῖ πλειόνων, ἐπὶ μὲν τῷ Κρισαίῳ κόλπῳ καὶ τῷ Κορινθιακῷ τὰ ἐκ τῆς Ἰταλίας καὶ Σικελίας καὶ Λιβύης δεχομένη, ἐπὶ δὲ τῶν πρὸς Εὔβοιαν μερῶν ἐφ᾽ ἑκάτερα τοῦ Εὐρίπου σχιζομένης τῆς παραλίας τῇ μὲν ἐπὶ τὴν Αὐλίδα καὶ τὴν Ταναγρικὴν τῇ δ᾽ ἐπὶ τὸν Σαλγανέα καὶ τὴν Ἀνθηδόνα, τῇ μὲν εἶναι συνεχῆ τὴν κατ᾽ Αἴγυπτον καὶ Κύπρον καὶ τὰς νήσους θάλατταν τῇ δὲ τὴν κατὰ Μακεδόνας καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον. προστίθησι δὲ ὅτι καὶ τὴν Εὔβοιαν τρόπον τινὰ μέρος αὐτῆς πεποίηκεν Εὔριπος οὕτω στενὸς ὢν καὶ γεφύρᾳ συνεζευγμένος πρὸς αὐτὴν διπλέθρῳ. τὴν μὲν οὖν χώραν ἐπαινεῖ διὰ ταῦτα, καί φησι πρὸς ἡγεμονίαν εὐφυῶς ἔχειν, ἀγωγῇ δὲ καὶ παιδείᾳ μὴ χρησαμένους ἐπιμελεῖ τοὺς ἀεὶ προϊσταμένους αὐτῆς, εἰ καί τί ποτε κατώρθωσαν, ἐπὶ μικρὸν τὸν χρόνον συμμεῖναι, καθάπερ Ἐπαμεινώνδας ἔδειξε: τελευτήσαντος γὰρ ἐκείνου τὴν ἡγεμονίαν ἀποβαλεῖν εὐθὺς τοὺς Θηβαίους γευσαμένους αὐτῆς μόνον: αἴτιον δὲ εἶναι τὸ λόγων καὶ ὁμιλίας τῆς πρὸς ἀνθρώπους ὀλιγωρῆσαι, μόνης δ᾽ ἐπιμεληθῆναι τῆς κατὰ πόλεμον ἀρετῆς. ἔδει δὲ προσθεῖναι διότι τοῦτο πρὸς Ἕλληνας μάλιστα χρήσιμόν ἐστιν, ἐπεὶ πρός γε τοὺς βαρβάρους βία λόγου κρείττων ἐστί. καὶ Ῥωμαῖοι δὲ τὸ παλαιὸν μὲν ἀγριωτέροις ἔθνεσι πολεμοῦντες οὐδὲν ἐδέοντο τῶν τοιούτων παιδευμάτων, ἀφ᾽ οὗ δὲ ἤρξαντο πρὸς ἡμερώτερα ἔθνη καὶ φῦλα τὴν [p. 567] πραγματείαν ἔχειν, ἐπέθεντο καὶ ταύτῃ τῇ ἀγωγῇ καὶ κατέστησαν πάντων κύριοι. [3]

δ᾽ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ᾠκεῖτο Ἀόνων καὶ Τεμμίκων ἐκ τοῦ Σουνίου πεπλανημένων καὶ Λελέγων καὶ Ὑάντων: εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου, ὃς τήν τε Καδμείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν. ἐκεῖνοι δὲ τὰς Θήβας τῇ Καδμείᾳ προσέκτισαν, καὶ συνεφύλαξαν τὴν ἀρχὴν ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας. κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας ἐπανῆλθον πάλιν: ὡς δ᾽ αὕτως ὑπὸ Θρᾳκῶν καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίᾳ συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας. εἶτ᾽ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελλον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες. προσθέντες δὲ τῇ Βοιωτίᾳ τὴν Ὀρχομενίανοὐ γὰρ ἦσαν κοινῇ πρότερον, οὐδ᾽ Ὅμηρος μετὰ Βοιωτῶν αὐτοὺς κατέλεξεν ἀλλ᾽ ἰδίᾳ, Μινύας προσαγορεύσαςμετ᾽ ἐκείνων ἐξέβαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφ᾽ ὧν ἐκλήθη μέρος τι τῆς πόλεως Πελασγικόνᾤκησαν δὲ ὑπὸ τῷ Ὑμηττῷ), τοὺς δὲ Θρᾷκας ἐπὶ τὸν Παρνασσόν. Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ᾤκισαν. [4]

φησὶ δ᾽ Ἔφορος τοὺς μὲν Θρᾷκας ποιησαμένους σπονδὰς πρὸς τοὺς Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας: διακρουσαμένων δ᾽ αὐτοὺς αἰτιωμένων τε ἅμα ὅτι τὰς σπονδὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους: συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δ᾽ ἐπιθέσθαι: ἀφ᾽ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαιΘρᾳκία παρεύρεσις.’ τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου [p. 568] χρηστηριασομένους ἀπελθεῖν, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς: τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνελεῖν τὴν προφῆτιν ἀσεβήσαντας εὖ πράξειν: τοὺς δὲ θεωροὺς ὑπονοήσαντας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενὲςἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξενοὕτως ἀνελεῖν, ἁρπάσαντας τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν ἐνθυμηθέντας, εἴτε κακουργήσασαν1 εἴτε μή, πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε, κολασθείσης αὐτῆς, εἰ δ᾽ οὐδὲν ἐκακούργησε, τὸ προσταχθὲν αὐτῶν πραξάντων. τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτ᾽ ἐν ἱερῷ, μὴ δοκιμάσαι, καθιστάναι δ᾽ εἰς κρίσιν, καλεῖν δ᾽ ἐπὶ τὰς ἱερείας, ταύτας δὲ εἶναι τὰς προφήτιδας αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν: λεγόντων δ᾽ ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν: τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι: ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνῃ. τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι θεὸς τοῖς Βοιωτοῖς τοὺς παρ᾽ αὐτοῖς τρίποδας συλήσαντας ἕνα εἰς Δωδώνην πέμπειν κατ᾽ ἔτος: καὶ δὴ καὶ ποιεῖν τοῦτο: ἀεὶ γάρ τινα τῶν ἀνακειμένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθρᾳ τριποδηφορεῖν εἰς Δωδώνην. [5]

μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον, πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι. [p. 569] ὕστερον δὲ χρόνοις πολλοῖς Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν. εἶτ᾽ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους. Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῇ μάχῃ ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν. κακωθέντες δ᾽ ὑπό τε τούτου τοῦ πολέμου καὶ τῶν Μακεδόνων ἐπιθεμένων τοῖς Ἕλλησιν, ὑπὸ τῶν αὐτῶν τούτων καὶ ἀπέβαλον τὴν πόλιν κατασκαφεῖσαν καὶ ἀνέλαβον ἀνακτισθεῖσαν. ἐξ ἐκείνου δ᾽ ἤδη πράττοντες ἐνδεέστερον ἀεὶ μέχρι εἰς ἡμᾶς οὐδὲ κώμης ἀξιολόγου τύπον σώζουσι: καὶ αἱ ἄλλαι δὲ πόλεις ἀνάλογον πλὴν Τανάγρας καὶ Θεσπιῶν: αὗται δ᾽ ἱκανῶς συμμένουσι πρὸς ἐκείνας κρινόμεναι. [6]

ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ. ἀρχὴ δ᾽ Ὠρωπὸς καὶ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθ᾽ ὃν παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. μετὰ δὲ τὸ Δελφίνιον Ὠρωπὸς ἐν εἴκοσι σταδίοις: κατὰ δὲ τοῦτόν ἐστιν νῦν Ἐρέτρια, διάπλους δ᾽ ἐπ᾽ αὐτὴν στάδιοι τετταράκοντα. [7]

εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον: ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφ᾽ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο φυγή. [p. 570] [8]

εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα: εἶθ᾽ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων: λιμὴν δ᾽ ἐστὶ πεντήκοντα πλοίοις, ὥστ᾽ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ Εὔριπος δ᾽ ἐστὶ πλησίον Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα: ἔστι δ᾽ ἐπ᾽ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα: πύργος δ᾽ ἑκατέρωθεν ἐφέστηκεν μὲν ἐκ τῆς Χαλκίδος δ᾽ ἐκ τῆς Βοιωτίας: διῳκοδόμηται δ᾽ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθ᾽ ἡμέραν ἑκάστην καὶ νύκτα: τὴν δ᾽ αἰτίαν ἐν ἄλλοις σκεπτέον. [9] πλησίον δ᾽ ἐστὶν ἐφ᾽ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπ᾽ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν: αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα. [10]

καὶ Γραῖα δ᾽ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες: τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν: Ποιμανδρὶς δ᾽ ἐστὶν αὐτὴ τῇ Ταναγρικῇ: καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι. ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο τὸ Ἀμφιαράειον. [11]

καὶ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς: [p. 571] κεῖται δὲ παρ᾽ ὁδὸν τὴν ἐκ Θηβῶν εἰς Χαλκίδα2: ὡς δ᾽ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῇ Τανάγρᾳ. ἐντεῦθεν δὲ παροιμία τὴν ἀρχὴν ἔσχεν λέγουσαὁπόταν δι᾽ Ἅρματος ἀστράψῃ,’ ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν: ἐτήρουν δ᾽ ἐπὶ τρεῖς μῆνας, καθ᾽ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός: ἔστι δ᾽ αὕτη ἐν τῷ τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῇ μάχῃ τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον: οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δ᾽ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι. [12]

ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ Τάναγρα κ ... ἐν δεξιᾷ κεῖται: καὶ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος: ὅπου Ὑριεὺς μεμύθευται καὶ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις: κεῖται δ᾽ ἐγγὺς Αὐλίδος. ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων, [p. 572] κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός. εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώμη, οἱ δ᾽ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται. τῶν δ᾽ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί. καὶ Ἑλεὼν δ᾽ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη. [13]

μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ποιητὴς εἴρηκενἈνθηδόνα τ᾽ ἐσχατόωσαν.’ εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρ᾽ ἣν Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου: ἐμνήσθημεν δ᾽ αὐτοῦ καὶ πρότερον. δίαρμα δ᾽ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους: κεῖται δ᾽ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις: ἐγγὺς δὲ τῶν Αἰγῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν. [14] πλησίον δ᾽ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφεινἶσόν τε ζαθέην Ἀνθηδόνα τ᾽ ἐσχατόωσανἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦΝῖσάν τε ζαθέην.’ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ... εἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν: ἦν γὰρ ... Μεγαρικῇ. [p. 573] ἐκεῖθεν ἀπῳκισμένη πρόσχωρος τοῦ Κιθαιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσιΚρεῦσάν τε ζαθέην,’ τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον: ἄλλοι δὲΦαράς τε ζαθέας.’ ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτοΝῦσάν τε ζαθέην.’ κώμη δ᾽ ἐστὶ τοῦ Ἑλικῶνος Νῦσα. μὲν οὖν παραλία τοιαύτη τις πρὸς Εὔβοιαν. [15]

τὰ δ᾽ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς: ἀπὸ δὲ τῆς ἑσπέρας Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτ᾽ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν. [16]

τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δ᾽ ἐμπιπτόντων, εἶτα ἐκρύσεις λαμβανόντων: τὰ δ᾽ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν. ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέῳξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ δι᾽ ὑπονόμων: συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν δι᾽ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δ᾽ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις. ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς [p. 574] αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῇ λίμνῃ ποτὲ δὲ ἄπωθεν κεῖσθαι. [17] διττῶς δὲ τοῦτο γίνεται: καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν αὔξησις τῶν ὑδάτων ἥττων τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῷ πλησιασμῷ κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν τῶν ἐν ὕψει. παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μηκέτι λέγεσθαι ἐτύμως: Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτ᾽ ἂν προσαγορεύοιντο ἐτύμως. ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι: νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἀνοικισθέντων τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις: καὶ γὰρ τοῦτο δυνατόν. [18] δηλοῖ δὲ καὶ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν. αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ἃς τε ποιητὴς ὀνομάζει, καὶ ἀπ᾽ αὐτῶν λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῇ λίμνῃ πλησίον τῶν Κωπῶν ἀνέῳξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω: καὶ γὰρ ἑτέρα ἐστίν, ἧς ἐμνήσθημεν, Βοιωτιακή, ἐπὶ τῇ θαλάττῃ, προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω. καλεῖται δ᾽ τόπος Ἀγχόη: ἔστι δὲ καὶ λίμνη ὁμώνυμος: ἐντεῦθεν δ᾽ ἤδη Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν. τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος, [p. 575] παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων. πάλιν δ᾽ ἐγχουμένων τῶν πόρων, μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δ᾽ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν: λέγεται δ᾽ οἰκίσαι Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον. γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. ἀλλ᾽ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφ᾽ ὧν ποιήεντα καλεῖ τὸν τόπον ποιητὴςκαὶ ποιήενθ᾽ Ἁλίαρτονλέγων. [19] οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησινοἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο:’ δι᾽ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι: καὶ Περμησσὸς δὲ καὶ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλησίον: καὶ ἄλλα δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει. ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον [p. 576] ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν. [20] Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν τε Τρεφία καὶ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηροςὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι.’ οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην3 ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας4, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσινὅς ῥ᾽ ἐν Ὕδῃ ναίεσκεν.’ μὲν γάρ ἐστιν ἐν ΛυδίᾳΤμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ,’ δὲ Βοιωτιακή: ἐπιφέρει γοῦν τῷλίμνῃ κεκλιμένος Κηφισσίδιτὸπὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί.’ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, δὲ μικρά, ἐκεῖθεν δι᾽ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δ᾽ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳἠδ᾽ Ὕλην καὶ Πετεῶνα,’ ποιητικῶς, τοτὲ δὲ συστέλλωνὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε5’ ‘σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων.’ οὐδ᾽ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι: οὐ γὰρ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο. [21] Αὗται δ᾽ αἱ λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπων ὑπογράφουσιν ὥστε λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ποιητὴς ἀτάκτως χρῆται τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξιολόγων καὶ τῶν μή: καὶ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν: παραλία δ᾽ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο: καὶ γνωριμώτεροι οἱ τόποι, καὶ [p. 577] θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον: διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμεθα περιοδεύειν: ἐνταῦθα δ᾽ ἐάσαντες τοῦτο τῷ ποιητῇ ἀκολουθοῦντες ποιήσομεν τὴν διαρίθμησιν, προστιθέντες τι ἂν χρήσιμον πρὸς τὴν ὑπόθεσιν ἡμῖν, ὑπ᾽ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται δ᾽ ἀπὸ τῆς Ὑρίης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν. [22] σχοῖνος δ᾽ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους: ῥεῖ δὲ καὶ ποταμὸς δι᾽ αὐτῆς Σχοινοῦς. [23] Σκῶλος δ᾽ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφ᾽ οὗ καὶ παροιμίαεἰς Σκῶλον μήτ᾽ αὐτὸς ἴναι, μήτ᾽ ἄλλῳ ἕπεσθαι.’ καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος. εἴρηται δ᾽ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρ᾽ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ χώρα Ἀσωπία, δι᾽ ἧς ῥεῖ6. [24]

Ἐτεωνὸς δὲ Σκάρφη μετωνομάσθη, καὶ αὕτη δὲ τῆς Παρασωπίας. γὰρ Ἀσωπὸς καὶ Ἰσμηνὸς διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν: ἔστι δὲ καὶ Δίρκη κρήνη καὶ Πότνιαι, ἐφ᾽ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαῦκον τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον, καὶ Κιθαιρὼν δὲ οὐκ ἄπωθεν τῶν Θηβῶν τελευτᾷ: παρ᾽ αὐτὸν δὲ Ἀσωπὸς ῥεῖ, τὴν ὑπώρειαν αὐτοῦ κλύζων καὶ ποιῶν τοὺς Παρασωπίους εἰς κατοικίας πλείους διῃρημένους, ἅπαντας δ᾽ ὑπὸ Θηβαίοις ὄνταςἕτεροι δ᾽ ἐν τῇ [p. 578] Πλαταιέων φασὶ τόν τε Σκῶλον καὶ τὸν Ἐτεωνὸν καὶ τὰς Ἐρύθρας: καὶ γὰρ παραρρεῖ Πλαταιὰς καὶ παρὰ Τάναγραν ἐκδίδωσιν): ἐν δὲ τῇ Θηβαίων εἰσὶ καὶ αἱ Θεράπναι καὶ Τευμησσός, ὃν ἐκόσμησεν Ἀντίμαχος διὰ πολλῶν ἐπῶν, τὰς μὴ προσούσας ἀρετὰς διαριθμούμενοςἔστι τις ἠνεμόεις ὀλίγος λόφος.’ γνώριμα δὲ τὰ ἔπη. [25] Θέσπειαν δὲ λέγει τὰς νῦν Θεσπιάς, πολλῶν ὀνομάτων τῶν μὲν ἀμφοτέρως λεγομένων καὶ ἑνικῶς καὶ πληθυντικῶς, καθάπερ καὶ ἀρρενικῶς καὶ θηλυκῶς, τῶν δ᾽ ὁποτέρως. ἔστι δὲ πόλις πρὸς τῷ Ἑλικῶνι νοτιωτέρα αὐτοῦ, ἐπικειμένη δὲ τῷ Κρισαίῳ κόλπῳ καὶ αὐτὴ καὶ Ἑλικών: ἐπίνειον δ᾽ ἔχουσιν αἱ Θεσπιαὶ Κρέουσαν, ἣν καὶ Κρεουσίδα καλοῦσιν. ἐν δὲ τῇ Θεσπιέων ἐστὶ καὶ Ἄσκρη κατὰ τὸ πρὸς Ἑλικῶνα μέρος, τοῦ Ἡσιόδου πατρίς: ἐν δεξιᾷ γάρ ἐστι τοῦ Ἑλικῶνος, ἐφ᾽ ὑψηλοῦ καὶ τραχέος τόπου κειμένη, ἀπέχουσα τῶν Θεσπιῶν ὅσον τετταράκοντα σταδίους, ἣν καὶ κεκωμῴδηκεν αὐτὸς ἐπιλαβόμενος τοῦ πατρός, ὅτι ἐκ Κύμης τῆς Αἰολίδος μετέστη, θρασύτερον λέγωννάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ᾽ ἐσθλῇ.’ δὲ Ἑλικὼν συνεχής ἐστι τῇ Φωκίδι ἐκ τῶν πρὸς ἄρκτον αὐτοῦ μερῶν: μικρὰ δὲ καὶ ἐκ τῶν πρὸς ἑσπέραν κατὰ τὸν ὕστατον λιμένα τῆς Φωκίδος, ὃν καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος μυχόν: ὑπέρκειται γὰρ κατὰ τοῦτον μάλιστα τὸν λιμένα τοῦ Κρισαίου κόλπου καὶ Ἑλικὼν καὶ Ἄσκρη καὶ ἔτι αἱ Θεσπιαὶ καὶ τὸ ἐπίνειον αὐτῆς Κρέουσα. τοῦτο δὲ καὶ κοιλότατον νομίζεται τὸ μέρος τοῦ Κρισαίου κόλπου καὶ ἁπλῶς τοῦ Κορινθιακοῦ: στάδιοι δ᾽ εἰσὶ τῆς παραλίας τῆς ἀπὸ τοῦ μυχοῦ τοῦ λιμένος εἰς Κρέουσαν ἐνενήκοντα: [p. 579] ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσιν ἕως τῆς ἄκρας ἣν Ὀλμιὰς καλοῦσιν: ἐν δὲ τῷ κοιλοτάτῳ τοῦ κόλπου τοῦ Κρισαίου συμβέβηκε τὰς Πηγὰς κεῖσθαι καὶ τὴν Οἰνόην, περὶ ὧν εἰρήκαμεν. μὲν οὖν Ἑλικὼν οὐ πολὺ διεστηκὼς τοῦ Παρνασσοῦ ἐνάμιλλός ἐστιν ἐκείνῳ κατά τε ὕψος καὶ περίμετρον: ἄμφω γὰρ χιονόβολα τὰ ὄρη καὶ πετρώδη, περιγράφεται δ᾽ οὐ πολλῇ χώρᾳ. ἐνταῦθα δ᾽ ἐστὶ τό τε τῶν Μουσῶν ἱερὸν καὶ Ἵππου κρήνη καὶ τὸ τῶν Λειβηθρίδων νυμφῶν ἄντρον: ἐξ οὗ τεκμαίροιτ᾽ ἄν τις Θρᾷκας εἶναι τοὺς τὸν Ἑλικῶνα ταῖς Μούσαις καθιερώσαντας, οἳ καὶ τὴν Πιερίδα καὶ τὸ Λείβηθρον καὶ τὴν Πίμπλειαν ταῖς αὐταῖς θεαῖς ἀνέδειξαν: ἐκαλοῦντο δὲ Πίερες: ἐκλιπόντων δ᾽ ἐκείνων Μακεδόνες νῦν ἔχουσι τὰ χωρία ταῦτα. εἴρηται δ᾽ ὅτι τὴν Βοιωτίαν ταύτην ἐπῴκησάν ποτε Θρᾷκες βιασάμενοι τοὺς Βοιωτοὺς καὶ Πελασγοὶ καὶ ἄλλοι βάρβαροι. αἱ δὲ Θεσπιαὶ πρότερον μὲν ἐγνωρίζοντο διὰ τὸν Ἔρωτα τὸν Πραξιτέλους, ὃν ἔγλυψε μὲν ἐκεῖνος, ἀνέθηκε δὲ Γλυκέρα ἑταίρα Θεσπιεῦσιν ἐκεῖθεν οὖσα τὸ γένος, λαβοῦσα δῶρον παρὰ τοῦ τεχνίτου. πρότερον μὲν οὖν ὀψόμενοι τὸν Ἔρωτά τινες ἀνέβαινον ἐπὶ τὴν Θέσπειαν ἄλλως οὐκ οὖσαν ἀξιοθέατον, νυνὶ δὲ μόνη συνέστηκε τῶν Βοιωτιακῶν πόλεων καὶ Τάναγρα: τῶν δ᾽ ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται. [26] μετὰ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκαλησσόν, περὶ ὧν εἰρήκαμεν: ὡς δ᾽ αὕτως καὶ περὶ τῶν ἄλλων οἵ τ᾽ ἀμφ᾽ Ἅρμ᾽ ἐνέμοντο καὶ Εἰλέσιονκαὶ Ἐρύθρας, οἵ τ᾽ Ἐλεῶν᾽ εἶχον ἠδ᾽ Ὕλην καὶ Πετεῶνα.’ Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπ᾽ Ἀνθηδόνα ὁδοῦ, δ᾽ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα: παραρρεῖ δ᾽ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν [p. 580] δ᾽ μὲν Φωκικὸς ἐν τῷ Κρισαίῳ κόλπῳ, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, δὲ Βοιωτιακὸς ἀπ᾽ ἐκείνου κέκληται, πλησίον δ᾽ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῷ Φοινικίῳ ὄρει, ἀφ᾽ οὗ καὶ μετωνόμασται Φοινικίς: τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ὑπ᾽ ἐνίων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα. [27]

εἶτά φησικώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην.’ περὶ μὲν οὖν Κωπῶν εἴρηται: προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ: αἱ δ᾽ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια. καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθ᾽ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δ᾽ πᾶσα Κωπαῒς ἐλέχθη κατ᾽ ἐπικράτειαν: κοιλότατον γὰρ τοῦτο τὸ χωρίον. Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην: παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφ᾽ τὸ Τειρεσίου μνῆμα: αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλφωσσίου Ἀπόλλωνος ἱερόν. [28]

δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων: ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό: ἐπίνειον δ᾽ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφ᾽ οὗ φησιν ποιητὴςπολυτρήρωνά τε Θίσβην.’ πλοῦς δ᾽ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα. [29]

ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ [p. 581] Πλαταιὰς καὶ Γλίσσαντα. μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφ᾽ ὕψους ἱδρυμένη, κατελάβοντο δ᾽ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον: κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ. Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων 'νασσ᾽ Ἀθανάα πολεμηδόκος, ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφιβαίνεις Κωραλίω ποταμῶ παρ᾽ ὄχθαις.’ ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν: συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν. οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δ᾽ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς. [30] Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ, τὴν χώραν δ᾽ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. ἔκειτο δὲ ἐν στενῷ χωρίῳ μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον. [31] Πλαταιαὶ δέ, ἃς ἑνικῶς εἶπεν ποιητής, ὑπὸ τῷ Κιθαιρῶνί εἰσι μεταξὺ αὐτοῦ καὶ Θηβῶν κατὰ τὴν ὁδὸν τὴν εἰς Ἀθήνας καὶ Μέγαρα ἐπὶ τῶν ὅρων τῶν τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. αἱ γὰρ Ἐλευθεραὶ πλησίον, ἃς οἱ μὲν τῆς Ἀττικῆς, οἱ δὲ τῆς Βοιωτίας φασίν. εἴρηται δ᾽ ὅτι παραρρεῖ τὰς Πλαταιὰς Ἀσωπός. ἐνταῦθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν αἱ τῶν Ἑλλήνων δυνάμεις ἄρδην ἠφάνισαν: ἱδρύσαντό τε ἐλευθερίου Διὸς ἱερὸν καὶ ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν, Ἐλευθέρια προσαγορεύσαντες: ταφή τε δείκνυται δημοσία τῶν τελευτησάντων ἐν τῇ [p. 582] μάχῃ. ἔστι δὲ καὶ ἐν τῇ Σικυωνίᾳ δῆμος Πλαταιαί, ὅθενπερ ἦν Μνασάλκης ποιητής7. Γλίσσαντα δὲ λέγει κατοικίαν ἐν τῷ Ὑπάτῳ ὄρει ἐστιν ἐν τῇ Θηβαϊκῇ πλησίον Τευμησσοῦ καὶ τῆς Καδμείας8, ὑποπίπτει τὸ Ἀόνιον καλούμενον πεδίον, διατείνει εἰς τὴν Καδμείαν ἀπὸ τοῦ Ὑπάτου ὄρους. [32]

τὸ δ᾽ οὕτω ῥηθένοἵ θ᾽ ὑπὸ Θήβας εἶχονοἱ μὲν δέχονται πολείδιόν τι Ὑποθήβας καλούμενον, οἱ δὲ τὰς Ποτνίας: τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου: οἱ δὲ μετασχεῖν μὲν οἰκεῖν δὲ ὑπὸ τῇ Καδμείᾳ τότε ἐν τοῖς ἐπιπέδοις χωρίοις μετὰ τὴν τῶν Ἐπιγόνων ἄφοδον, τὴν Καδμείαν ἀδυνατοῦντας ἀνακτίσαι: ἐπεὶ δὲ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῇ Καδμείᾳ οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους. [33] Ὀγχηστὸς δ᾽ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ψιλά: τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενονδινηθεὶς ἐπῄει
γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν μεγάλαις ὀρέων ὕπερ ἔστα,
καὶ μύλους δινάσατο βαλλόμενος κρηπῖδας ἀλσέων.
9 οὐκ εὖ δ᾽ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς: δ᾽ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους. [34]

τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου [p. 583] προσηγόρευται μυθεύεται δ᾽ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, φησιν εἶναι τρικόρυφον αὐτὸς ποιητήςκαί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε:
10 καὶ τὸν Τήνερον καλεῖναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα.
ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ: Θηβαίων δ᾽ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος: τὸ δ᾽ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ. [35] οἱ δέ φασι καὶ τὴν Ἄρνην ὑπὸ τῆς λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Ζηνόδοτος δὲ γράφωνοἳ δὲ πολυστάφυλον Ἄσκρην ἔχον,’ οὐκ ἔοικεν ἐντυχόντι τοῖς ὑπὸ Ἡσιόδου περὶ τῆς πατρίδος λεχθεῖσι καὶ τοῖς ὑπ᾽ Εὐδόξου πολὺ χείρω λέγοντος περὶ τῆς Ἄσκρης. πῶς γὰρ ἄν τις πολυστάφυλον τὴν τοιαύτην ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι πιστεύσειεν; οὐκ εὖ δὲ οὐδὲ οἱ Τάρνην ἀντὶ τῆς Ἄρνης γράφοντες: οὐδὲ γὰρ μία δείκνυται Τάρνη παρὰ τοῖς Βοιωτοῖς, ἐν δὲ Λυδοῖς ἐστιν, ἧς καὶ Ὅμηρος μέμνηταιἸδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.’ λοιπαὶ δ᾽ εἰσὶ τῶν μὲν περικειμένων τῇ λίμνῃ αἵ τε Ἀλαλκομεναὶ καὶ τὸ Τιλφώσσιον, τῶν δ᾽ ἄλλων Χαιρώνεια καὶ Λεβάδεια καὶ Λεῦκτρα, περὶ ὧν ἄξιον μνησθῆναι. [36] Ἀλαλκομενῶν τοίνυν μέμνηται ποιητής, ἀλλ᾽ οὐκ ἐν καταλόγῳἭρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.’ ἔχει δ᾽ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητὴν ὡς ἀπὸ πατρίδων τούτων ἀμφοτέρας οὕτως ὀνομάσαι. διὰ τοῦτο δ᾽ ἴσως οὐδ᾽ ἐν τῷ καταλόγῳ μέμνηται τῶν [p. 584] ἐνταῦθα ἀνδρῶν, ἐπειδὴ ἱεροὶ ὄντες παρεῖντο τῆς στρατείας. καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλεσεν πόλις, οὔτε μεγάλη οὖσα οὔτ᾽ ἐν εὐερκεῖ χωρίῳ κειμένη, ἀλλ᾽ ἐν πεδίῳ: τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πάσης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν ἐκλιπόντες τὴν πόλιν ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφ᾽ Τιλφῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα ἐκεῖ τελευτήσαντος κατὰ τὴν φυγήν. [37] Χαιρώνεια δ᾽ ἐστὶν Ὀρχομενοῦ πλησίον, ὅπου Φίλιππος Ἀμύντου μάχῃ μεγάλῃ νικήσας Ἀθηναίους τε καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος: δείκνυται δὲ κἀνταῦθα ταφὴ τῶν πεσόντων ἐν τῇ μάχῃ δημοσία: περὶ δὲ τοὺς τόπους τοὺς αὐτοὺς καὶ Ῥωμαῖοι τὰς Μιθριδάτου δυνάμεις πολλῶν μυριάδων κατηγωνίσαντο, ὥστ᾽ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δ᾽ ἄλλους τοὺς μὲν ἀπολέσθαι τοὺς δὲ καὶ ἁλῶναι. [38] Λεβάδεια δ᾽ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος ὑπονόμου κατάβασιν ἔχον, καταβαίνει δ᾽ αὐτὸς χρηστηριαζόμενος: κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον. [39]

τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάλῃ μάχῃ νικήσας Ἐπαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτῶν: οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν ἣν εἶχον πρότερον, καὶ μάλιστ᾽ ἐπειδὴ καὶ τῇ δευτέρᾳ συμβολῇ τῇ περὶ Μαντίνειαν κακῶς ἔπραξαν. τὸ μέντοι μὴ ὑφ᾽ ἑτέροις εἶναι καίπερ οὕτως ἐπταικόσι συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας: καὶ παρὰ τούτοις δὲ [p. 585] τιμώμενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν. δείκνυται δὲ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν. [40]

ἑξῆς δ᾽ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους. καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν: ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι. φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα: τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος: διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησινοὐδ᾽ ὅσ᾽ ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδ᾽ ὅσα Θήβας Αἰγυπτίας.’ τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφ᾽ Ἡρακλέους καταλυθῆναί φασιν. Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτ᾽ ἐν τῷ λαμβάνειν χάριτας εἴτ᾽ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας11. λέγουσι δὲ τὸ χωρίον, ὅπερ λίμνη [p. 586] κατέχει νῦν Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι: καὶ τοῦτ᾽ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι. [41] τὴν δ᾽ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές: εἶτ᾽ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον12. διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι: μεταξὺ δ᾽ Μέλας ποταμός. [42]

ὑπέρκειται δ᾽ Ὀρχομενίας Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις: τούτοις δ᾽ ὁμορεῖ Ὀποῦς, τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων. πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῇ Φωκίδι. ἱστοροῦσι δὲ τοὺς ἐν τῷ Πόντῳ καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν. καὶ περὶ Κάρυστον δ᾽ ἦν [p. 587] τις Ὀρχομενός. εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.

1 post κακουργήσασαν: περὶ τῶν γυναικῶν τῶν δικαστῶν

2 post Χαλκίδα: καλοῦσι δὲ βοιωτιακῶς Μυκαληττόν.

3 post προσαγορευομένην: τῇ προσῳδίᾳ ὡς λυρικὴν

4 post Ὕλας: ὡς λύρας καὶ θύρας

5 post ναίεσκε: Τύχιος

6 post ῥεῖ: εἰσὶ καὶ ἄλλοι ποταμοὶ ὁμώνυμοι τῷ ποταμῷ τούτῳ.

7 post ποιητής: Μνασάλκεος τὸ μνᾶμα τῶ Πλαταιάδα.

8 post Καδμείας: γεώλοφα καλεῖται δρία

9 Pind. Fr. 101 (Bergk)

10 Pind. Fr. 102 (Bergk)

11 post ταύτας: ἀνάγκη γὰρ πρὸς εὐεργεσίαν εὐφυῆ γενόμενον ἐκεῖνον πρὸς τὴν τῶν θεῶν τούτων ὁρμῆσαι τιμήν, ὥστε ταύτην μὲν ἐκέκτητο ἤδη τὴν δύναμιν. ἀλλὰ πρὸς ταύτῃ καὶ χρημάτων ἔδει: οὔτε γὰρ μὴ ἔχων τις πολλὰ διδοίη ἂν πολλά, ῞ο τε μὴ λαμβάνων πολλὰ οὐκ ἂν ἒχοι πολλά: εἰ δ᾽ ἀμφότερα συνέχει, τὴν ἀμοιβὴν ἔχει. τὸ γὰρ κενούμενον ἅμα καὶ πληρούμενον πρὸς τὴν χρείαν ἀεὶ πλῆρές ἐστιν, δὲ διδοὺς μὲν μὴ λαμβάνων δὲ οὐδ᾽ ἂν ἐπὶ θάτερα κατορθοίη: παύσεται ψὰρ διδοὺς ἐπιλείποντος τοῦ ταμείου, παύσονται δὲ καὶ οἱ διδόντες τῷ λαμβάνοντι μόνον, χαριζομένω δὲ μηδέν, ὥστ᾽ οὐδ᾽ οὗτος ἑτέρως ἂν κατορθοίη. ὅμοια δὲ καὶ περὶ δυνάμεως λέγοιτ᾽ ἄν. χωρὶς δὲ τοῦ κοινοῦ λόγου διότιτὰ χρήματ᾽ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει,’ καὶ ἐκ τῶν καθ᾽ ἕκαστα σκοπεῖν δεῖ. μάλιστα γὰρ τοὺς βασιλέας δύνασθαί φαμεν: διόπερ καὶ δυνάστας προσαγορεύομεν. δύνανται δ᾽ ἄγοντες ἐφ᾽ βούλονται τὰ πλήθη διὰ πειθοῦς βίας. πείθουσι μὲν οὖν δι᾽ εὐεργεσίας μάλιστα: ου᾽ γὰρ γε διὰ τῶν λόγων ἐστὶ βασιλική, ἀλλ᾽ αὕτη μὲν ῥητορική: βασιλικὴν δὲ πειθὼ λέγομεν, ὅταν εὐεργεσίαις φέρωσι καὶ ἄγωσιν ἐφ᾽ βούλονται: πείθουσι μὲν δὴ δι᾽ εὐεργεσιῶν, βιάζονται δὲ διὰ τῶν ὅπλων. ταῦτα δ᾽ ἄμφω χρημάτων ὤνιά ἐστι: καὶ γὰρ στρατιὰν ἔχει πλείστην πλείστην τρέφειν δυνάμενος, καὶ εὐεργετεῖν δύναται πλεῖστον πλεῖστα κεκτημένος.

12 post εὐχείμερον: ψυχρότατα μὲν γὰρ τὰ ἄκρα τῆς ἡμέρας ἐστί, τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον: εἰς ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇν νυκτί, τὸ δ᾽ εἰς ἄνεσιν ἀφιστάμενον τῆς νυκτός. ἴαμα δὲ τοῦ ψύχους ἥλιος: τὸ οὖν ἡλιαζόμενον πλεῖστον ἐν τῶ ψυχροτάτω καιρῷ εὐχειμερώτατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: