previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφ᾽ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας: νῦν δὲ Λοκρῶν ἐστὶν χώρατὸ δὲ πόλισμα κατέσκαπται), ὥστ᾽ οὐδ᾽ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται. αὐτὴ γὰρ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπ᾽ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δ᾽ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα. διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δ᾽ ἐπὶ τὸν Κρισαῖον κόλπον, δ᾽ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν. καλοῦνται δ᾽ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον: οἱ δ᾽ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δ᾽ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός, [p. 588] παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. πάλιν γὰρ ὥσπερ Λοκρὶς διττὴ οὖσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω καὶ πᾶσα Οἰταία μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τόπων τῆς Δωρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ καὶ Παρνασσῷ καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δ᾽ ἤδη οἱ Θετταλοὶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνᾶνες καί τινα τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν: δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥσπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀνατολὰς νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δ᾽ ἐστὶ πᾶς Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα: ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ. τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευραὶ τῶν λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παράλληλοι ἅπασαί εἰσιν, μὲν οὖσα προσάρκτιος δὲ πρὸς νότον. αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι παράλληλοι: οὐδὲ παραλία ἑκατέρα, τε τοῦ Κρισαίου κόλπου μέχρι Ἀκτίου καὶ πρὸς Εὔβοιαν μέχρι τῆς Θεσσαλονικείας παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελευτᾷ ταῦτα τὰ ἔθνη: ἀλλ᾽ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα τούτων τῶν χωρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν βάσιν [p. 589] τεταμένων γραμμῶν πλειόνων: τὰ γὰρ ἀποληφθέντα σχήματα παράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς κατὰ μῆκος ἐναντίον πλευρὰς ἕξει παραλλήλους, τὰς δὲ κατὰ πλάτος οὐκέτι. μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθ᾽ ἕκαστα δ᾽ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: