previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν Βοιωτιακὴ παραλία πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει. δ᾽ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳτούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις.’ ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δ᾽ ἐπινείου καὶ ἑξήκοντα. Κῦνος δ᾽ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα: μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον: κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν. ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι. διέχει δὲ τῆς Κνημῖδος Κῦνος ὅσον πεντήκοντα σταδίους. καὶ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς. λέγεσθαι δ᾽ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ [p. 600] φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν. ὅτι δ᾽ ἐξ Ὀποῦντος ἦν Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῇ πατρίδι: ἐκεῖσε γάρ φησιν Ἀχιλλεὺς ὑποσχέσθαι τῷ Μενοιτίῳ κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα. οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλ᾽ Αἴας Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου. Αἰάνην δ᾽ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφ᾽ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: