previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

ἑξῆς δ᾽ αἱ ὑπὸ Φιλοκτήτῃ πόλεις καταλέγονται. μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος: ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσῳ ... τροπῆς: τἆλλα δὲ διηρίθμηται, τε Θαυμακία καὶ Ὀλιζὼν καὶ Μελίβοια, τῆς ἑξῆς παραλίας ἐστίν. πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δ᾽ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις. μάλιστα δ᾽ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν. ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῷ μάλιστα ἐνδόξους. πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θρᾴκης καὶ τῆς ἄλλης τῆς κύκλῳ γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφῃρεῖτο, καὶ τὰς ὑπ᾽ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει. τὴν δ᾽ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων, [p. 617] καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς. μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφ᾽ ἧς πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: