previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21] πέπονθε δέ τι τοιοῦτο καὶ Μαγνῆτις: κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλ᾽ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖοἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον.’ ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπ᾽ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους. ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθ᾽ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται. τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ποιητήςτὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας,’ τίνας ποτὲ βούλεται λέγειν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: