previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[43] ὅπως δὲ χρὴ τάττειν εἰς μάχην στρατιὰν ὅπως ἄγειν ἡμέρας νυκτὸς στενὰς πλατείας ὁδοὺς ὀρεινὰς πεδινάς, ὅπως στρατοπεδεύεσθαι, ὅπως φυλακὰς νυκτερινὰς καὶ ἡμερινὰς καθιστάναι, ὅπως προσάγειν πρὸς πολεμίους ἀπάγειν ἀπὸ πολεμίων, ὅπως παρὰ πόλιν πολεμίαν ἄγειν ὅπως πρὸς τεῖχος ἄγειν ἀπάγειν, ὅπως νάπη ποταμοὺς διαβαίνειν, ὅπως ἱππικὸν φυλάττεσθαι ὅπως ἀκοντιστὰς τοξότας, καὶ εἴ γε δή σοι κατὰ κέρας ἄγοντι οἱ πολέμιοι ἐπιφανεῖεν, πῶς χρὴ ἀντικαθιστάναι, καὶ εἴ σοι ἐπὶ φάλαγγος ἄγοντι ἄλλοθέν ποθεν οἱ πολέμιοι φαίνοιντο κατὰ πρόσωπον, ὅπως χρὴ ἀντιπαράγειν, ὅπως τὰ τῶν πολεμίων ἄν τις μάλιστα αἰσθάνοιτο, ὅπως τὰ σὰ οἱ πολέμιοι ἥκιστα εἰδεῖεν, ταῦτα δὲ πάντα τί ἂν ἐγὼ λέγοιμί σοι; ὅσα τε γὰρ ἔγωγε ᾔδειν, πολλάκις ἀκήκοας, ἄλλος τε ὅστις ἐδόκει τι τούτων ἐπίστασθαι, οὐδενὸς αὐτῶν ἠμέληκας οὐδ᾽ ἀδαὴς γεγένησαι. δεῖ οὖν πρὸς τὰ συμβαίνοντα, οἶμαι, τούτοις χρῆσθαι ὁποῖον ἂν συμφέρειν σοι τούτων δοκῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Walter Miller, 1914)
hide References (21 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: