[32]
τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο οἱ ἀγαθοὶ τῶν Περσῶν: ἐπειδὴ δὲ ἅμα πάντα τὰ δεινὰ παρῆν ἐπ᾽ αὐτούς, ἐνέκλιναν, καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δὲ ἄλλοι ἔφευγον. οἱ δὲ Ἕλληνες ἑπόμενοι αἱροῦσι καὶ τὸ στρατόπεδον αὐτῶν. καὶ οἱ μὲν πελτασταὶ ὥσπερ εἰκὸς ἐφ᾽ ἁρπαγὴν ἐτρέποντο: ὁ δὲ Ἀγησίλαος ἔχων κύκλῳ πάντα καὶ φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.