Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφ᾽ ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτ᾽ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δ᾽ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δ᾽ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ.