previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
320οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον: στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
325εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες
πείρετε: μηδ᾽ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, θύνετ᾽ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν
330πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
τέμνεθ᾽ ἁλὸς στεινωπόν: ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν.
335τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
θαρσαλέως: πρὶν δ᾽ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
340πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Λ̓ργώ.
μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
εἰ καί με τρὶς τόσσον ὀίεσθ᾽ Οὐρανίδῃσιν,
ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι:
μὴ τλῆτ᾽ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
345καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε
σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν
350γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.
κεῖθεν δ᾽ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
355δινήεις τ᾽ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων
ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
ἀγχίμολον δ᾽ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς
Παφλαγόνων, τοῖσίν τ᾽ Ἐνετήιος ἐμβασίλευσεν
πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ᾽ αἵματος εὐχετόωνται.
360ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι:
ὧδε μάλ᾽ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται: ἤδη
365αἰγιαλός: πολέος δ᾽ ἐπὶ πείρασιν Αἰγιαλοῖο
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
δεινὸν ἐρεύγονται: μετὰ τὸν δ᾽ ἀγχίροος ῀Ἰρις
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
370ἐξανέχει γαίης: ἐπὶ δὲ στόμα Θερμώδοντος
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ᾽ ἄκρην
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
375τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,
ἐργατίναι: τοὶ δ᾽ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ
Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
τῇ δ᾽ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
380ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,
δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν
μόσσυνας: καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,
μήτι παντοίῃ μέγ᾽ ἀναιδέας ἐξελάσαντες
οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
385νῆσον ἐρημαίην. τῇ μέν τ᾽ ἐνὶ νηὸν Ἄρηος
λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.
ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρρητον: τῶ καί τε φίλα φρονέων ἀγορεύω
390ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες: Φιλύρων δ᾽ ἐφύπερθεν ἔασιν
Μάκρωνες: μετὰ δ᾽ αὖ περιώσια φῦλα Βεχείρων.
395ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν:
Βύζηρες δ᾽ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ᾽ ἐνὶ νηὶ
πείρεθ᾽, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
ἔνθα δ᾽ ἐπ᾽ ἠπείροιο Κυταιίδος, ἠδ᾽ Ἀμαραντῶν
400τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο
Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
κείνου νῆ᾽ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ᾽ ἄκρης
405πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
ἀμφὶς ὀπιπεύει δεδοκημένος: οὐδέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: