previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτίκα δ᾽ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
θυγατέρ᾽ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ μὲν φιλότητος ἐέλδετο: νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ
950δωσέμεναι, κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
δέ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς Ἅλυν: οὐδὲ μὲν ἀνδρῶν
τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
955ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
τῆμος ἔθ᾽, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον:
οἵ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες:
960οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηί,
Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
τοῖσι δ᾽ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ᾽ ἀγχίρροον ῀Ἰριν,
ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός: ἤματι δ᾽ αὐτῷ
965γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
ἀμφὶ κασιγνήτης: δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω.
970τῆς οἵγ᾽ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,
κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
τῷ δ᾽ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
975πεμπάζοι: μία δ᾽ οἴη ἐτήτυμος ἔπλετο πηγή.
μέν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
ὑψηλῶν, τέ φασιν Ἀμαζόνια κλείεσθαι.
ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
ἀντικρύ: τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι:
980αἰεὶ δ᾽ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα
ἠπείρου χθαμαλῆς, εἱλίσσεται: μὲν ἄπωθεν,
δὲ πέλας: πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
ὅππῃ ὑπεξαφύονται: δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις
πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
985καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν
ὑσμίνην, καὶ δ᾽ οὔ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν--
οὐ γὰρ Ἀμαζονίδες μάλ᾽ ἐπήτιδες, οὐδὲ θέμιστας
τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο:
ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει:
990δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε
νύμφης, τ᾽ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,
ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα--
εἰ μὴ ἄρ᾽ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο
ἤλυθον: οἱ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν,
995ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.
οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν
κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον:
νόσφι μὲν αἵδ᾽ αὐταί, τῇσιν τότε κοιρανέεσκεν
Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
1000νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ᾽ ἄλλῳ
νυκτί τ᾽ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: