previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί: ταὶ δ᾽ ἐλέαιρον
ἐγγύθεν ἀχνυμένους: καὶ δὴ χθονὸς ἐξανέτειλαν
ποίην πάμπρωτον: ποίης γε μὲν ὑψόθι μακροὶ
1425βλάστεον ὅρπηκες: μετὰ δ᾽ ἔρνεα τηλεθάοντα
πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο.
Ἑσπέρη αἴγειρος, πτελέη δ᾽ Ἐρυθηὶς ἔγεντο:
Λἴγλη δ᾽ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων
δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως
1430ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ᾽ Λἴγλη
μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας:
ἄρα δὴ μέγα πάμπαν ἐφ᾽ ὑμετέροισιν ὄνειαρ
δεῦρ᾽ ἔμολεν καμάτοισιν κύντατος, ὅστις ἀπούρας
φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων
1435οἴχετ᾽ ἀειράμενος: στυγερὸν δ᾽ ἄχος ἄμμι λέλειπται.
ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν
καὶ δέμας: ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ:
νηλής: ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος
ὠμόν, ἀδέψητον: στιβαρὸν δ᾽ ἔχεν ὄζον ἐλαίης
1440τόξα τε, τοῖσι πέλωρ τόδ᾽ ἀπέφθισεν ἰοβολήσας.
ἤλυθε δ᾽ οὖν κἀκεῖνος, τε χθόνα πεζὸς ὁδεύων,
δίψῃ καρχαλέος: παίφασσε δὲ τόνδ᾽ ἀνὰ χῶρον,
ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι.
ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης:
1445τὴν ὅγ᾽ ἐπιφρασθείς, καὶ θεοῦ ἐννεσίῃσιν,
λὰξ ποδὶ τύψεν ἔνερθε: τὸ δ᾽ ἀθρόον ἔβλυσεν ὕδωρ.
αὐτὰρ ὅγ᾽ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας
ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν
νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη.’
ὧς φάτο: τοὶ δ᾽ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη
πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ᾽ ἐπέκυρσαν.
ὡς δ᾽ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται
γειομόροι μύρμηκες ὁμιλαδόν, ὅτε μυῖαι
ἀμφ᾽ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι
1455ἄπλητον μεμάασιν ἐπήτριμοι: ὧς τότ᾽ ἀολλεῖς
πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.
καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς:
πόποι, καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους
Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως
1460δήοιμεν στείχοντα δι᾽ ἠπείροιο κιόντες.’
, καὶ ἀμειβομένων, οἵ τ᾽ ἄρμενοι ἐς τόδε ἔργον,
ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.
ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ᾽ ἀνέμοισιν
κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν
1465υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις
Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ
ὄσσε βαλεῖν: πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.
τὸν μὲν ἄρ᾽ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε
ὦρσεν, ἵν᾽ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,
1470Εἰλατίδην Πολύφημον ὅπῃ λίπε: μέμβλετο γάρ οἱ
οὗ ἕθεν ἀμφ᾽ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.
ἀλλ᾽ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας
νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ̣̣ργὼ
τῆλε δι᾽ ἠπείροιο: τέως δ᾽ ἐξίκετο γαῖαν
1475ἀγχιάλων Χαλύβων: τόθι μιν καὶ Μοῖρ᾽ ἐδάμασσεν.
καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται
τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ᾽ Ἡρακλῆα
μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς
τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην
1480 ἴδεν, ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.
ἐς δ᾽ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ᾽ ἄλλον
μαστῆρα στείχοντα κιχησέμεν: οἱ δὲ καὶ αὐτοὶ
ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ
Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: