next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θύρσις ᾠδή

Θύρσις

῾Αδύ τι τὸ ψιθύρισμα καὶ πίτυς αἰπόλε τήνα,
ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ
συρίσδες: μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.
5αἴκα δ᾽ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
χίμαρος: χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κ᾽ ἀμέλξῃς.

Αἴπολος

῞Αδιον ποιμὴν τὸ τεὸν μέλος τὸ καταχὲς
τῆν᾽ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,
10ἄρνα τὺ σακίταν λαψῇ γέρας: αἰ δέ κ᾽ ἀρέσκῃ
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.

Θύρσις

λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,
συρίσδεν; τὰς δ᾽ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.

Αἴπολος

15οὐ θέμις ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν
συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες: γὰρ ἀπ᾽ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται: ἔστι δὲ πικρός,
καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε᾽ ἀείδες
20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
δεῦρ᾽ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω
καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ θῶκος
τῆνος ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ᾽ ἀείσῃς
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,
25αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
δύ᾽ ἔχοισ᾽ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,
καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,
ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,
30κισσὸς ἑλιχρύσῳ κεκονιμένος: δὲ κατ᾽ αὐτὸν
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,
ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες
καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
νεικείουσ᾽ ἐπέεσσι. τὰ δ᾽ οὐ φρενὸς ἅπτεται αὐτᾶς:
ἀλλ᾽ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,
ἄλλοκα δ᾽ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δ᾽ ὑπ᾽ ἔρωτος
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται
λεπράς, ἐφ᾽ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν:
ὧδέ οἱ ᾠδήκαντι κατ᾽ αὐχένα πάντοθεν ἶνες
καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
45τυτθὸν δ᾽ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
τὰν ὀλίγος τις κῶρος ἐφ᾽ αἱμασιαῖσι φυλάσσει
ἥμενος: ἀμφὶ δέ νιν δύ᾽ ἀλώπεκες μὲν ἀν᾽ ὄρχως
φοιτῇ σινομένα τὰν τρώξιμον, δ᾽ ἐπὶ πήρᾳ
50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
φατὶ πρὶν ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
αὐτὰρ ὅγ᾽ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
σχοίνῳ ἐφαρμόσδων: μέλεται δέ οἱ οὔτέ τι πήρας
οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
παντᾷ δ᾽ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος:
αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.
τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τ᾽ ἔδωκα
ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος:
οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ᾽ ἔτι κεῖται
60ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
κοὔτί τυ κερτομέω. πόταγ᾽ ὦγαθέ: τὰν γὰρ ἀοιδὰν
οὔτί πᾳ εἰς ᾿Αίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.

Θύρσις

῎Αρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
65Θύρσις ὅδ᾽ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
πᾷ ποκ᾽ ἄρ᾽ ἦσθ᾽, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
κατὰ Πηνειῶ καλὰ τέμπεα; κατὰ Πίνδω;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ᾽ ᾿Ανάπω,
οὐδ᾽ Αἴτνας σκοπιάν, οὐδ᾽ ῎Ακιδος ἱερὸν ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
75πολλαὶ δ᾽ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
ἦνθ᾽ ῾Ερμῆς πράτιστος ἀπ᾽ ὤρεος, εἶπε δέ: ‘Δάφνι,
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;’
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον:
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ᾽ Πρίηπος
κἤφα: ‘Δάφνι τάλαν, τί τὺ τάκεαι, δέ τε κώρα
πάσας ἀνὰ κράνας, πάντ᾽ ἄλσεα ποσσὶ φορεῖται--
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶσ--
85ζάτεισ᾽; δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
βούτας μὰν ἐλέγευ, νῦν δ᾽ αἰπόλῳ ἀνδρὶ ἔοικας.
ᾡπόλος ὅκκ᾽ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
καὶ τὺ δ᾽ ἐπεί κ᾽ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.’
τὼς δ᾽ οὐδὲν ποτελέξαθ᾽ βουκόλος, ἀλλὰ τὸν αὐτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας:
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
95ἦνθέ γε μὰν ἁδεῖα καὶ Κύπρις γελάοισα,
λάθρια μὲν γελάοισα, βαρὺν δ᾽ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε: ‘τύ θην τὸν ῎Ερωτα κατεύχεο Δάφνι λυγιξεῖν:
ῥ᾽ οὐκ αὐτὸς ῎Ερωτος ὑπ᾽ ἀργαλέω ἐλυγίχθης;’
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
τὰν δ᾽ ἄρα χὡ Δάφνις ποταμείβετο: ‘Κύπρι βαρεῖα,
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής:
ἤδη γὰρ φράσδῃ πάνθ᾽ ἅλιον ἄμμι δεδύκειν:
Δάφνις κἠν ᾿Αίδα κακὸν ἔσσεται ἄλγος ῎Ερωτι.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
λέγεται τὰν Κύπριν βουκόλοσ--ἕρπε ποτ᾽ ῎Ιδαν,
ἕρπε ποτ᾽ ᾿Αγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος:
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε: τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.’
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
115 λύκοι, θῶες, ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθ᾽. βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἀν᾽ ὕλαν,
οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ᾽ ᾿Αρέθοισα,
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
120Δάφνις ἐγὼν ὅδε τῆνος τὰς βόας ὧδε νομεύων,
Δάφνις τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύ γ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον
125τὰν Σικελάν, ῾Ελίκας δὲ λίπ᾽ ἠρίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
ἔνθ᾽ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
130 γὰρ ἐγὼν ὑπ᾽ ἔρωτος ἐς ῞Αιδαν ἕλκομαι ἤδη.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
νῦν δ᾽ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι,
δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι:
πάντα δ᾽ ἔναλλα γένοιτο, καὶ πίτυς ὄχνας ἐνείκαι.
Δάφνις ἐπεὶ θνάσκει: καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
χὡ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο: τὸν δ᾽ ᾿Αφροδίτα
ἤθελ᾽ ἀνορθῶσαι: τά γε μὰν λίνα πάντα λελοίπει
140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. χαίρετε πολλάκι Μοῖσαι,
145χαίρετ᾽: ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.

Αἴπολος

πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
πλῆρές τοι σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοις
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.
ἠνίδε τοι τὸ δέπας: θᾶσαι φίλος, ὡς καλὸν ὄσδει:
150῾Ωρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.
ὧδ᾽ ἴθι Κισσαίθα, τὺ δ᾽ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
οὐ μὴ σκιρτασεῖτε, μὴ τράγος ὔμμιν ἀναστῇ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: