previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐργατίναι Θερισταί

Μίλων

᾿Εργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;
οὔθ᾽ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
οὔθ᾽ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ᾽ ἀπολείπῃ
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
5ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;

Βάττος

Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμ᾽ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;

Μίλων

οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;

Βάττος

10οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι᾽ ἔρωτα;

Μίλων

μηδέ γε συμβαίη: χαλεπὸν χορίω κύνα γεῦσαι.

Βάττος

ἀλλ᾽ ἐγὼ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.

Μίλων

ἐκ πίθω ἀντλεῖς δῆλον: ἐγὼ δ᾽ ἔχω οὐδ᾽ ἅλις ὄξος.

Βάττος

τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.

Μίλων

15τίς δέ τυ τᾶν παίδων λυμαίνεται;

Βάττος

Πολυβώτα,
πρᾶν ἀμάντεσσι παρ᾽ ῾Ιπποκίωνι ποταύλει.

Μίλων

εὗρε θεὸς τὸν ἀλιτρόν: ἔχεις πάλαι ὧν ἐπεθύμεις.
μάντίς τοι τὰν νύκτα χροϊξεῖθ᾽ καλαμαία.

Βάττος

μωμᾶσθαί μ᾽ ἄρχῃ τύ: τυφλὸς δ᾽ οὐκ αὐτὸς Πλοῦτος,
20ἀλλὰ καὶ ὡφρόντιστος ῎Ερως. μὴ δὴ μέγα μυθεῦ.

Μίλων

οὐ μέγα μυθεῦμαι: τὺ μόνον κατάβαλλε τὸ λᾷον,
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς
ἐργαξῇ: καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.

Βάττος

Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
παῖδ᾽: ὧν γάρ χ᾽ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ γραπτὰ ὑάκινθος,
ἀλλ᾽ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
30 αἲξ τὰν κύτισον, λύκος τὰν αἶγα διώκει,
γέρανος τὤροτρον, ἐγὼ δ᾽ ἐπὶ τὶν μεμάνημαι.
αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,
χρύσεοι ἀμφότεροί κ᾽ ἀνεκείμεθα τᾷ ᾿Αφροδίτᾳ,
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ῥόδον μᾶλον τύ,
σχῆμα δ᾽ ἐγὼ καὶ καινὰς ἐπ᾽ ἀμφοτέροισιν ἀμύκλας.
Βομβύκα χαρίεσσ᾽, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
φωνὰ δὲ τρύχνος: τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.

Μίλων

̂̓Η καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
40ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον
εὔεργόν τ᾽ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
Σφίγγετ᾽ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
45εἴποι: ‘σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος μισθός.’
᾿Ες βορέην ἄνεμον τᾶς κόρθυος τομὰ ὔμμιν
ζέφυρον βλεπέτω: πιαίνεται στάχυς οὑτῶς.
σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον:
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
50ἄρχεσθαι δ᾽ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
εὐκτὸς τῶ βατράχω παῖδες βίος: οὐ μελεδαίνει
τὸν προπιεῖν ἐγχεῦντα: πάρεστι γὰρ ἄφθονον αὐτῷ.
κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν:
55μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
μυθίσδεν τᾷ ματρὶ κατ᾽ εὐνὰν ὀρθρευοίσᾳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: