Ἀίτης
῎Ηλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
ἤλυθες: οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
5ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
τόσσον ἔμ᾽ εὔφρανας τὺ φανείς, σκιερὰν δ᾽ ὑπὸ φαγὸν
ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
10εἴθ᾽ ὁμαλοὶ πνεύσειαν ἐπ᾽ ἀμφοτέροισιν ῎Ερωτες
νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
φῶθ᾽, ὁ μὲν εἴσπνηλος, φαίη χ᾽ ὡμυκλαϊάσδων,
τὸν δ᾽ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
15ἀλλήλους δ᾽ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότ᾽ ἦσαν
χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησ᾽ ὁ φιληθείς.
εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς ᾿Αχέροντα:
20‘ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
πᾶσι διὰ στόματος, μετὰ δ᾽ ἠιθέοισι μάλιστα.’
ἀλλ᾽ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
ἔσσονθ᾽ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
25ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
διπλάσιον δ᾽ ὤνασας, ἔχων δ᾽ ἐπίμετρον ἀπῆνθον.
Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
ὄλβιοι οἰκείοιτε, τὸν ᾿Αττικὸν ὡς περίαλλα
ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
30αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρ᾽ ἀπῆνθεν.
ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
35ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ᾽ ἐπιβωτᾷ
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.

