Εἰδύλλιον Ἐρῶντος
οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα:
κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατ᾽ ἐν μυχῷ.
οὐκ ὄλας φιλέειν μ᾽ ἐθέλησθ᾽ ἀπὸ καρδίας.
5γινώσκω: τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω
ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
ἁμέραν: ὅτα δ᾽ οὐκ ἐθέλῃς τύ, μάλ᾽ ἐν σκότῳ.
πῶς ταῦτ᾽ ἄρμενα, τὸν φιλέοντ᾽ ἀνίαις δίδων;
10ἀλλ᾽ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
τῷ κε λώιον αὔτος ἔχων ἔμ᾽ ἐπαινέσαις,
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
15ἄλλον δ᾽ αὔριον, ἐξ ἑτέρω δ᾽ ἕτερον μάτης:
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
τῷ δ᾽ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
20φίλη δ᾽, ἇς κ᾽ ἔτ᾽ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων: ὁ δέ τοί κ᾽ ῎Ερος οὐ χαλέπως ἔχοι,
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
25ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
καὶ ῥύσοι, νεότατα δ᾽ ἔχην παλινάγρετον
οὐκ ἔστι: πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
30κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
ἀλλάλοισι πελώμεθ᾽ ᾿Αχιλλέϊοι φίλοι.
35αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
ἐν θύμῳ δὲ λέγῃς ‘τί με δαιμόνι᾽ ἐνόχλης;’
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ᾽ ἔνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τότα δ᾽ οὐδὲ καλεῦντος ἐπ᾽ αὐλεΐαις θύραις
40προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.

