next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Οὐολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ τεσσαράκοντα σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον. δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ προελθόντες ἐς τὸ Οὐολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Οὐολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Οὐολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Οὐολούσκους αὐτοῖς διαλλάξειν, ἂν ἥν τε γῆν ἔχουσι Οὐολούσκων καὶ τὰς πόλεις ἀποδῶσι, καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους. ἕως δ᾽ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις, καὶ τριάκοντα ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου. τραπεὶς δ᾽ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς τριάκοντα ἡμέραις, καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: