“ [2] οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δ᾽ ἀντειπόντος ἔπεμπον ἑτέρους δέκα δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδ᾽ ἐξ ἐπιτάγματος ἀλλ᾽ ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον. οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον, ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους: ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδ᾽ αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο, καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον. ”
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.