previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων κατεπεπλήγεσαν, ὡς οὐκ εὐβουλίᾳ μᾶλλον προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες. ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ χωρίων πολεμίου σφάλματος, ἀλλ᾽ ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δ᾽ ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς: οὓς πάλιν Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δ᾽ ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης Ἀρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. κτείναντες δ᾽ αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους: οὓς ὁμοίως Μιθριδάτης ἐς αὐτὸν ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δ᾽ ἐλήφθη καὶ τὸ στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι Ῥωμαίων πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον, μετεστρατοπέδευον: καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν γεωργῶν ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. ὀκνούντων δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς ἀνεχώρουν, Κάσσιος μὲν ἐς Ἀπάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς Πέργαμον, Μάνιος δὲ ἐπὶ Ῥόδου. ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ παρέδοσαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: