previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] καὶ μὲν ἐπὶ τοῖσδε ἦν, κατὰ δὲ τὴν Ἑλλάδα τοιάδε ἐγίγνετο. Ἀρχέλαος ἐπιπλεύσας καὶ σίτῳ καὶ στόλῳ πολλῷ, Δῆλόν τε ἀφισταμένην ἀπὸ Ἀθηναίων καὶ ἄλλα χωρία ἐχειρώσατο βίᾳ καὶ κράτει. κτείνας δ᾽ ἐν αὐτοῖς δισμυρίους ἄνδρας, ὧν οἱ πλέονες ἦσαν Ἰταλοί, τὰ χωρία προσεποιεῖτο τοῖς Ἀθηναίοις: καὶ ἀπὸ τοῦδε αὐτούς, καὶ τὰ ἄλλα κομπάζων περὶ τοῦ Μιθριδάτου καὶ ἐς μέγα ἐπαίρων, ἐς φιλίαν ὑπηγάγετο: τά τε χρήματα αὐτοῖς τὰ ἱερὰ ἔπεμπεν ἐκ Δήλου δι᾽ Ἀριστίωνος ἀνδρὸς Ἀθηναίου, συμπέμψας φυλακὴν τῶν χρημάτων ἐς δισχιλίους ἄνδρας, οἷς Ἀριστίων συγχρώμενος ἐτυράννησε τῆς πατρίδος, καὶ τῶν Ἀθηναίων τοὺς μὲν εὐθὺς ἔκτεινεν ὡς ῥωμαΐζοντας, τοὺς δ᾽ ἀνέπεμψεν ἐς Μιθριδάτην, καὶ ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς. ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν, οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν, ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ ὕποπτον, εἴτε δι᾽ ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον, ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ζηλοτυπίας ἐς αὐτὰ προφέροντες. ὑπερορῶσι δ᾽ αὐτῶν οἱ βλασφημούμενοι πολὺ σοφώτερον. ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα, αὐτὸν αἴτιον τῆς ἐκβολῆς τῷ λόγῳ γενόμενον:

[29] Ἀρχελάῳ δ᾽ Ἀχαιοὶ καὶ Λάκωνες προσετίθεντο, καὶ Βοιωτία πᾶσα χωρίς γε Θεσπιέων, οὓς περικαθήμενος ἐπολιόρκει. τοῦ δ᾽ αὐτοῦ χρόνου Μητροφάνης ἐπιπεμφθεὶς ὑπὸ Μιθριδάτου μεθ᾽ ἑτέρας στρατιᾶς Εὔβοιαν καὶ Δημητριάδα καὶ Μαγνησίαν, οὐκ ἐνδεχομένας τὰ Μιθριδάτεια, ἐλεηλάτει. καὶ Βρύττιος ἐκ Μακεδονίας ἐπελθὼν σὺν ὀλίγῳ στρατῷ διεναυμάχησέ τε αὐτῷ, καὶ καταποντώσας τι πλοῖον καὶ ἡμιολίαν ἔκτεινε πάντας τοὺς ἐν αὐτοῖς, ἐφορῶντος τοῦ Μητροφάνους. δὲ καταπλαγεὶς ἔφευγεν. καὶ αὐτὸν αἰσίῳ ἀνέμῳ χρώμενον Βρέττιος οὐ καταλαβὼν Σκίαθον ἐξεῖλεν, τῆς λείας τοῖς βαρβάροις ταμιεῖον ἦν, καὶ δούλους τινὰς αὐτῶν ἐκρέμασε, καὶ ἐλευθέρων ἀπέτεμε τὰς χεῖρας. ἐπί τε Βοιωτίαν τραπείς, ἑτέρων οἱ χιλίων ἱππέων καὶ πεζῶν ἐκ Μακεδονίας ἐπελθόντων, ἀμφὶ Χαιρώνειαν Ἀρχελάῳ καὶ Ἀριστίωνι τρισὶν ἡμέραις συνεπλέκετο, ἴσου καὶ ἀγχωμάλου παρ᾽ ὅλον τὸν ἀγῶνα τοῦ ἔργου γιγνομένου. Λακώνων δὲ καὶ Ἀχαιῶν ἐς συμμαχίαν Ἀρχελάῳ καὶ Ἀριστίωνι προσιόντων, Βρύττιος ἅπασιν ὁμοῦ γενομένοις οὐχ ἡγούμενος ἀξιόμαχος ἔτι ἔσεσθαι ἀνεζεύγνυεν ἐς τὸν Πειραιᾶ, μέχρι καὶ τοῦδε Ἀρχέλαος ἐπιπλεύσας κατέσχεν.

[30] Σύλλας δ᾽ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι, τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ Θεσσαλίας συνέλεγεν, ὡς δ᾽ ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ τὸν Ἀρχέλαον. παροδεύοντι δ᾽ αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι τὰ Μιθριδάτεια, ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. δ᾽ ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε, κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. ὕψος δ᾽ ἦν τὰ τείχη πήχεων τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου, Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα πολλὰ δ᾽ ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα αὐτῷ προσχοῦν ἐπενόει. τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. τά τε μακρὰ σκέλη καθῄρει, λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.

[31] δύο δ᾽ ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, σφίσιν αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης. καὶ τοῦδε γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις προσέχων ηὗρε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν. κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἐκδρομή, δόξασα δὴ μάλιστα αἰφνίδιος εἶναι, δὲ αἰφνιδιώτερον αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. καὶ τοῦτο μὲν τῆς πείρας ἐκείνης τέλος ἦν: αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους Ἀρχέλαος ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπ᾽ αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων. ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπ᾽ αὐτῇ μηχανήματα, ἡμέραις δὲ δέκα μάλιστα ἄλλα Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν. καὶ τούτοις Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.

[32] Καταπλευσάσης δ᾽ αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. ἀναμίξας δ᾽ αὐτοῖς σφενδονήτας καὶ τοξότας ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων: ἕτεροι δ᾽ ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. ἀγχωμάλου δ᾽ ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκατεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι, μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. δὴ καὶ μάλιστα καταπλαγέντες οἱ Ῥωμαῖοι μετ᾽ αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας ἐπέστρεφεν. ἄλλο δ᾽ ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δ᾽ αὐτοὺς ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δ᾽ ἄλλους ἐδωρήσατο πολλοῖς.

[33] καὶ χειμῶνος ἐπιόντος ἤδη στρατόπεδον ἐν Ἐλευσῖνι θέμενος, τάφρον ἄνωθεν ἐπὶ θάλατταν ἔτεμνε βαθεῖαν τοῦ μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ. καὶ τάδε αὐτῷ πονουμένῳ καθ᾽ ἑκάστην ἡμέραν ἐγίγνοντό τινες ἀγῶνες, οἱ μὲν ἀμφὶ τὴν τάφρον οἱ δὲ παρὰ τοῖς τείχεσιν, ἐπεξιόντων θαμινὰ τῶν πολεμίων, καὶ λίθοις καὶ βέλεσι καὶ μολυβδαίναις χρωμένων. δὲ Σύλλας νεῶν δεόμενος μετεπέμψατο μὲν ἐκ Ῥόδου. καὶ Ῥοδίων οὐ δυνηθέντων διαπλεῦσαι θαλασσοκρατοῦντος τοῦ Μιθριδάτου, Αεύκολλον, ἄνδρα Ῥωμαῖον περιφανῆ καὶ τοῦδε τοῦ πολέμου στρατηγὸν ἐπὶ Σύλλᾳ γενόμενον, ἐκέλευεν ἐς Ἀλεξάνδρειαν καὶ Συρίαν λαθόντα διαπλεῦσαι, παρά τε τῶν βασιλέων καὶ πόλεων, ὅσαι ναυτικαί, στόλον τινὰ ἀγείραντα τὸ Ῥοδίων ναυτικὸν παραπέμψαι. μὲν δὴ πολεμίας οὔσης τῆς θαλάσσης, οὐδὲν ἐνδοιάσας, ἐς κελήτιον ἐνέβη, καὶ ναῦν ἐκ νεώς, ἵνα λάθοι, διαμείβων ἐπ᾽ Ἀλεξανδρείας ἐφέρετο:

[34] οἱ δὲ προδιδόντες ἀπὸ τῶν τειχῶν, πεσσοῖς πάλιν ἐγγράψαντες ὅτι πέμψοι τῆσδε τῆς νυκτὸς Ἀρχέλαος ἐς τὸ τῶν Ἀθηναίων ἄστυ λιμῷ πιεζόμενον πυροὺς ὑπὸ στρατιωτῶν φερομένους, ἐσφενδόνησαν, καὶ Σύλλας ἐνεδρεύσας ἐκράτησε τοῦ τε σίτου καὶ τῶν φερόντων. τῆς δ᾽ αὐτῆς ἡμέρας αὐτῷ καὶ Μουνάτιος περὶ Χαλκίδα Νεοπτόλεμον ἕτερον στρατηγὸν κατατρώσας, ἔκτεινε μὲν ἐς χιλίους καὶ πεντακοσίους, ἔλαβε δὲ αἰχμαλώτους ἔτι πλείονας. οὐ πολὺ δὲ ὕστερον τῷ Πειραιεῖ νυκτός, ἔτι κοιμωμένων τῶν φυλάκων, Ῥωμαῖοι διὰ τῶν ἐγγὺς μηχανῶν κλίμακας ἐπενεγκόντες ἐπὶ τὸ τεῖχος ἐπέβησαν, καὶ τοὺς φύλακας τοὺς ἐγγὺς ἔκτειναν. ἐφ᾽ τῶν βαρβάρων οἱ μὲν εὐθὺς ἀπεπήδων ἐς τὸν Πειραιᾶ, τὸ τεῖχος καταλιπόντες ὡς εἰλημμένον ἅπαν, οἱ δ᾽ ἐς ἀλκὴν τραπέντες ἔκτεινάν τε τὸν ἡγεμόνα τῶν ἐπιβάντων καὶ τοὺς λοιποὺς ἔξω κατεκρήμνισαν. οἱ δὲ καὶ διὰ τῶν πυλῶν ἐκδραμόντες ὀλίγου τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ στρατοπέδου, νυκτός τε ὅλης καὶ δι᾽ ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν. καὶ τότε μὲν ὑπεχώρουν οἱ βάρβαροι, τοῦ δ᾽ Ἀρχελάου πύργον ἕτερον μέγαν ἐπὶ τὸ τεῖχος ἄντικρυς τοῦ Ῥωμαϊκοῦ πύργου στήσαντος ἐπυργομάχουν ἐς ἀλλήλους, ἑκατέρωθεν πυκνὰ καὶ θαμινὰ πάντα ἀφιέντες, ἕως Σύλλας ἐκ καταπελτῶν, ἀνὰ εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων, ἔκτεινέ τε πολλούς, καὶ τὸν πύργον Ἀρχελάου κατέσεισε καὶ δυσάρμοστον ἐποίησεν, ὡς εὐθὺς αὐτὸν ὑπὸ Ἀρχελάου διὰ δέος ὀπίσω κατὰ τάχος ὑπαχθῆναι.

[35] πιεζομένων δ᾽ ἔτι μᾶλλον ὑπὸ τοῦ λιμοῦ τῶν ἐν ἄστει, πεσσοὶ πάλιν ἐμήνυον ὅτι πέμψοι νυκτὸς ἐς τὸ ἄστυ τροφάς. καὶ Ἀρχέλαος ὑπονοῶν τι περὶ τὸν σῖτον γίγνεσθαι μήνυμα καὶ προδοσίαν, ἅμα τὸν σῖτον ἔπεμπε, καί τινας ἐφίστη ταῖς πύλαις μετὰ πυρὸς ἐς τοὺς Ῥωμαίους ἐκδραμουμένους, εἰ Σύλλας γίγνοιτο περὶ τὸν σῖτον. καὶ συνέπεσεν ἄμφω, Σύλλᾳ μὲν ἑλεῖν τοὺς σιταγωγοῦντας, Ἀρχελάῳ δ᾽ ἐμπρῆσαί τινα τῶν μηχανημάτων. τοῦ δ᾽ αὐτοῦ χρόνου καὶ Ἀρκαθίας Μιθριδάτου υἱός, μεθ᾽ ἑτέρας στρατιᾶς ἐς Μακεδονίαν ἐμβαλών, οὐ δυσχερῶς ὀλίγων ὄντων τῶν ἐκεῖ Ῥωμαίων ἐκράτησε, καὶ Μακεδονίαν πᾶσαν ὑπηγάγετο, καὶ σατράπαις ἐπιτρέψας αὐτὸς ἐπὶ τὸν Σύλλαν ἐχώρει, μέχρι νοσήσας περὶ τὸ Τίσαιον ἐτελεύτησεν. ἐν δὲ τῇ Ἀττικῇ τῷ μὲν ἄστει πονουμένῳ σφόδρα ὑπὸ λιμοῦ πολλὰ Σύλλας ἐπετείχιζε φρούρια, τοῦ μὴ διαδιδράσκειν ἀλλ᾽ ἐμμένοντας ὑπὸ τοῦ πλήθους μᾶλλον ἐνοχλεῖσθαι:

[36] τῷ δὲ Πειραιεῖ, τὸ χῶμα ἐς ὕψος ἐγείρας, τὰ μηχανήματα ἐπῆγεν. Ἀρχελάου δὲ τὸ χῶμα ὑπορύττοντος καὶ τὴν γῆν ὑποφέροντός τε καὶ ἐς πολὺ διαλανθάνοντος, τὸ χῶμα ὑφίζανεν ἄφνω: καὶ ταχείας αἰσθήσεως γενομένης οἱ Ῥωμαῖοι τὰ μηχανήματα ὑφεῖλκον καὶ τὸ χῶμα ἀνεπλήρουν. τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ αὐτοὶ τὴν γῆν ἐς τὰ τείχη τεκμαιρόμενοι διώρυττον: ἀλλήλοις τε συμπίπτοντες κάτω ξίφεσι καὶ δόρασιν ἐκ χειρός, ὡς δυνατὸν ἦν ἐν σκότῳ, διεμάχοντο. ὁμοῦ δὲ ταῦτα ἐγίγνετο, καὶ Σύλλας ἀπὸ τῶν χωμάτων μηχανήμασι πολλοῖς τὸ τεῖχος ἐκριοκόπει, μέχρι μέρος αὐτοῦ καταβαλών, καὶ τὸν πλησιάζοντα πύργον ἐπειγόμενος ἐμπρῆσαι, πολλὰ μὲν ἠφίει πυρφόρα τοξεύματα ἐς αὐτόν, τοὺς δὲ εὐτολμοτάτους ἀνέπεμπεν ἐπὶ κλιμάκων. σπουδῆς δὲ πολλῆς γιγνομένης ἑκατέρωθεν τε πύργος ἐνεπίμπρατο, καὶ μέρος τι τοῦ τείχους ὀλίγον Σύλλας καταβαλὼν εὐθὺς ἐπέστησε φυλακεῖον: τά τε ὑπορωρυγμένα τοῦ τείχους θεμέλια, ξύλοις ἀνηρτημένα καὶ θείου καὶ στυππίου καὶ πίσσης γέμοντα, αὐτίκα πάντα ἐνεπίμπρη. τῶν δ᾽ ἄλλο παρ᾽ ἄλλο κατεπιπτε καὶ τοὺς ἐφεστῶτας αὐτοῖς συγκατέφερεν. τε θόρυβος οὗτος δὴ μάλιστα αἰφνίδιος καὶ πολὺς ὢν πάντῃ τοὺς τειχοφύλακας ἐτάραττεν, ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον: ὅθεν ἐς πάντα συνεχῶς ἐπιστρεφόμενοι τήν τε γνώμην ὕποπτον εἶχον ὑπὸ τοῦ δέους καὶ ἀσθενῶς τοὺς πολεμίους ἀπεμάχοντο.

[37] καὶ Σύλλας αὐτοῖς ὧδε ἔχουσιν ἐπικείμενος ἀπαύστως, καὶ τῶν ἰδίων τὸ ἀεὶ πονοῦν ἐναλλάσσων, ἑτέρους ἐφ᾽ ἑτέροις ἀκμῆτας ἐπῆγε σὺν κλίμαξι καὶ βοῇ καὶ παρακελεύσει, προτρέπων ἅμα καὶ ἀπειλῶν καὶ παρακαλῶν ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ παντὸς αὐτοῖς κριθησομένου. ἀντεπῆγε δὲ καὶ Ἀρχέλαος ἑτέρους ἀντὶ τῶν τεθορυβημένων, ἀνακαινίζων καὶ ὅδε τὸ ἔργον ἀεί, καὶ παρακαλῶν ἅμα καὶ ἐποτρύνων ἅπαντας ὡς ἐν ὀλίγῳ σφίσιν ἔτι τῆς σωτηρίας οὔσης. πολλῆς δὲ σπουδῆς καὶ προθυμίας ἑκατέρωθεν αὖθις ἅπασιν ἐγγενομένης φερεπονώτατος ἦν: καὶ φόνος ἴσος καὶ ὅμοιος ἐξ ἑκατέρων, ἕως Σύλλας ἔξωθεν ἐπιών, καὶ μᾶλλόν τι κάμνων, ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν, καὶ θαυμάσας πολλοὺς ἀπῆγεν. δ᾽ Ἀρχέλαος αὐτίκα νυκτὸς τὰ πεπτωκότα τοῦ τείχους ᾠκοδόμει, μηνοειδῆ αὐτοῖς πολλὰ περιθεὶς ἔνδοθεν. οἷς ἔτι νεοδμήτοις Σύλλας αὖθις ἐπεχείρει παντὶ τῷ στρατῷ, νομίσας ἀσθενῆ καὶ ὑγρὰ ἔτι ὄντα ῥᾳδίως κατερείψειν. κάμνων δὲ ὡς ἐν στενῷ, καὶ βαλλόμενος ἄνωθεν ἔκ τε μετώπου καὶ τῶν κεραιῶν ὡς ἐν μηνοειδέσι χωρίοις, τοῦ μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ, καὶ ἐς πολιορκίαν, ὡς λιμῷ παραστησόμενος αὐτούς, καθίστατο:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: