previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[38] αἰσθόμενος δὲ τοὺς ἐν ἄστει μᾶλλόν τι πεπιεσμένους, καὶ κτήνη πάντα καταθύσαντας, δέρματά τε καὶ βύρσας ἕψοντας καὶ λιχμωμένους τὸ γιγνόμενον ἐξ αὐτῶν, τινὰς δὲ καὶ τῶν ἀποθνησκόντων ἁπτομένους, ἐκέλευσε τῷ στρατῷ τὴν πόλιν περιταφρεύειν, ἵνα μηδὲ καθ᾽ ἕνα τις ἐκφεύγοι λανθάνων. ὡς δὲ καὶ τοῦτο ἐξείργαστο αὐτῷ, κλίμακας ἐπῆγεν ὁμοῦ καὶ τὸ τεῖχος διώρυττεν. τροπῆς δ᾽ ὡς ἐν ἀσθενέσιν ἀνδράσιν αὐτίκα γενομένης, ἐσέπεσεν ἐς τὴν πόλιν, καὶ εὐθὺς ἐν Ἀθήναις σφαγὴ πολλὴ ἦν καὶ ἀνηλεής: οὔτε γὰρ ὑποφεύγειν ἐδύναντο δι᾽ ἀτροφίαν, οὔτε παιδίων γυναικῶν ἔλεος ἦν, τοῦ Σύλλα τὸν ἐν ποσὶν ἀναιρεῖν κελεύοντος ὑπ᾽ ὀργῆς ὡς ἐπὶ ταχείᾳ δὴ καὶ ἐς βαρβάρους ἀλόγῳ μεταβολῇ καὶ πρὸς αὑτὸν ἀκράτῳ φιλονεικίᾳ. ὅθεν οἱ πλέονες, αἰσθανόμενοι τοῦ κηρύγματος, ἑαυτοὺς τοῖς σφαγεῦσιν ὑπερρίπτουν ἐς τὸ ἔργον. ὀλίγων δ᾽ ἦν ἀσθενὴς ἐς τὴν ἀκρόπολιν δρόμος: καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις ξύλοις αὐτίκα Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. δ᾽ ἐμπιπράναι μὲν τὴν πόλιν ἀπεῖπε, διαρπάσαι δὲ ἔδωκε τῷ στρατῷ: καὶ ἕτοιμοι σάρκες ἀνθρώπων ἐς τροφὴν ἐν πολλοῖς οἰκήμασιν ηὑρέθησαν. τῇ δὲ ἑξῆς Σύλλας τοὺς μὲν δούλους ἀπέδοτο, τοῖς δ᾽ ἐλευθέροις, ὅσοι νυκτὸς ἐπιλαβούσης οὐκ ἔφθασαν ἀναιρεθῆναι, πάμπαν οὖσιν ὀλίγοις, τὴν μὲν ἐλευθερίαν ἔφη διδόναι, ψῆφον δὲ καὶ χειροτονίαν τῶνδε μὲν ὡς οἱ πεπολεμηκότων ἀφαιρεῖσθαι, τοῖς δ᾽ ἐκγόνοις καὶ ταῦτα διδόναι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: