previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57] μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο:

ἐφ᾽ ἕτερα μὲν ἡμᾶς ἐκάλεις, ὡς τὰ προτεινόμενα ἀγαπήσων, οὐ μὴν ὁκνήσω καὶ περὶ τῶνδε διὰ βραχέων εἰπεῖν. ἐς μὲν Καππαδοκίαν ἐγὼ κατήγαγον Ἀριοβαρζάνην Κιλικίας ἄρχων, ὧδε Ῥωμαίων ψηφισαμένων: καὶ σὺ κατήκουες ἡμῶν, δέον ἀντιλέγειν καὶ μεταδιδάσκειν μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι. Φρυγίαν δέ σοι Μάνιος ἔδωκεν ἐπὶ δωροδοκίᾳ, κοινόν ἐστιν ἀμφοῖν ἀδίκημα. καὶ τῷδε μάλιστα αὐτὴν ὁμολογεῖς οὐ δικαίως λαβεῖν, ἐκ δωροδοκίας. τε Μάνιος καὶ τὰ ἄλλα ἠλέγχθη παρ᾽ ἡμῖν ἐπὶ χρήμασι πράξας, καὶ πάντα ἀνέλυσεν βουλή. λόγῳ καὶ Φρυγίαν ἀδίκως σοι δοθεῖσαν οὐχ ἑαυτῇ συντελεῖν ἐπέταξεν ἐς τοὺς φόρους, ἀλλ᾽ αὐτόνομον μεθῆκεν. ὧν δὲ ἡμεῖς οἱ πολέμῳ λαβόντες οὐκ ἀξιοῦμεν ἄρχειν, τίνι λόγῳ σὺ καθέξεις; Νικομήδης δὲ αἰτιᾶται μέν σε καὶ Ἀλέξανδρον αὐτῷ τὸν τὸ σῶμα τρώσοντα ἐπιπέμψαι, καὶ Σωκράτη τὸν χρηστὸν ἐπὶ τὴν ἀρχήν, καὶ τάδε αὐτὸς ἀμυνόμενος ἐς τὴν σὴν ἐμβαλεῖν: εἰ δέ τι ὅμως ἠδικοῦ, ἐς Ῥώμην πρεσβεύειν ἔδει καὶ τὰς ἀποκρίσεις ἀναμένειν. εἰ δὲ καὶ θᾶττον ἠμύνου Νικομήδη, πῶς καὶ Ἀριοβαρζάνην ἀπήλαυνες οὐδὲν ἀδικοῦντα; ἐκβαλὼν δ᾽ ἀνάγκην ἐπέθηκας τοῖς παροῦσι Ῥωμαίων κατάγειν αὐτόν, καὶ καταγόμενον κωλύων σὺ τὸν πόλεμον ἐξῆψας, ἐγνωκὼς μὲν οὕτω πρὸ πολλοῦ, καὶ ἐν ἐλπίδι ἔχων γῆς ἄρξειν ἁπάσης εἰ Ῥωμαίων κρατήσειας, προφάσεις δ᾽ ἐπὶ τῇ γνώμῃ τάσδε ποιούμενος. καὶ τούτου τεκμήριον, ὅτι καὶ Θρᾷκας καὶ Σκύθας καὶ Σαυρομάτας, οὔπω τινὶ πολεμῶν, ἐς συμμαχίαν ὑπήγου, καὶ ἐς τοὺς ἀγχοῦ βασιλέας περιέπεμπες, ναῦς τε ἐποιοῦ, καὶ πρῳρέας καὶ κυβερνήτας συνεκάλεις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: