previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] ὧδε μὲν Ρωμαῖοι διέθεντο τὰ δορίκτητα, Ἀντιόχου δ᾽ ὕστερον τοῦ μεγάλου βασιλέως τελευτήσαντος γίγνεται Σέλευκος υἱὸς διάδοχος: καὶ τὸν ἀδελφὸν ὅδε Ἀντίοχον ἐξέλυσε τῆς ὑπὸ Ῥωμαίοις ὁμηρείας, ἀντιδοὺς τὸν ἑαυτοῦ παῖδα Δημήτριον. Ἀντιόχου δ᾽ ἐπανιόντος ἐκ τῆς ὁμηρείας καὶ ὄντος ἔτι περὶ Ἀθήνας, μὲν Σέλευκος ἐξ ἐπιβουλῆς Ἡλιοδώρου τινὸς τῶν περὶ τὴν αὐλὴν ἀποθνήσκει, τὸν δ᾽ Ἡλιόδωρον Εὐμένης καὶ Ἄτταλος ἐς τὴν ἀρχὴν βιαζόμενον ἐκβάλλουσι, καὶ τὸν Ἀντίοχον ἐς αὐτὴν κατάγουσιν, ἑταιριζόμενοι τὸν ἄνδρα: ἀπὸ γὰρ τινῶν προσκρουμάτων ἤδη καὶ οἵδε Ῥωμαίους ὑπεβλέποντο. οὕτω μὲν Ἀντίοχος Αντιόχου τοῦ μεγάλου Συρίας ἐπεκράτησεν: ὅτῳ παρὰ τῶν Σύρων ἐπώνυμον ἦν ἐπιφανής, ὅτι τῆς ἀρχῆς ἁρπαζομένης ὑπὸ ἀλλοτρίων βασιλεὺς οἰκεῖος ὤφθη. συνθέμενος δὲ φιλίαν καὶ συμμαχίαν Εὐμένει, Συρίας καὶ τῶν περὶ αὐτὴν ἐθνῶν ἐγκρατῶς ἦρχε, σατράπην μὲν ἔχων ἐν Βαβυλῶνι Τίμαρχον, ἐπὶ δὲ ταῖς προσόδοις Ἡρακλείδην, ἀδελφὼ μὲν ἀλλήλοιν, ἄμφω δὲ αὐτοῦ γενομένω παιδικά. ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀρταξίαν τὸν Ἀρμενίων βασιλέα.

[46] καὶ αὐτὸν ἑλὼν ἐτελεύτησεν, ἐνναετὲς παιδίον ἀπολιπών, Ἀντίοχον, προσέθηκαν ὄνομα εὐπάτωρ οἱ Σύροι διὰ τὴν τοῦ πατρὸς ἀρετήν. καὶ τὸ παιδίον ἔτρεφε Λυσίας. δὲ σύγκλητος ἥσθη φανέντος ἐν ὀλίγῳ τοῦ Ἀντιόχου γεννικοῦ καὶ ταχέως ἀποθανόντος. Δημήτριόν τε τὸν Σελεύκου μὲν υἱὸν Ἀντιόχου δὲ τοῦ ἐπιφανοῦς ἀδελφιδοῦν, υἱωνὸν δὲ τοῦ μεγάλου Ἀντιόχου, ἀνεψιὸν ὄντα τῷδε τῷ παιδίῳ, ὁμηρεύοντα ἔτι ἐν Ῥώμῃ καὶ ἔτος ἄγοντα τρίτον ἐπὶ τοῖς εἴκοσιν, ἐς τὴν βασιλείαν καταχθῆναι παρακαλοῦντα ὡς αὑτῷ μᾶλλον προσήκουσαν, οὐ κατῆγον, οὐ συμφέρειν σφίσιν ἡγούμενοι τελειότερον ἄρχειν Σύρων ἀντὶ παιδὸς ἀτελοῦς. πυνθανόμενοι δ᾽ ἐν Συρίᾳ στρατόν τ᾽ ἐλεφάντων εἶναι καὶ ναῦς πλείονας τῶν ὡρισμένων Ἀντιόχῳ, πρέσβεις ἔπεμπον, οἳ τοὺς ἐλέφαντας συγκόψειν ἔμελλον καὶ τὰς ναῦς διαπρήσειν. οἰκτρὰ δὲ ὄψις ἦν ἀναιρουμένων θηρίων ἡμέρων τε καὶ σπανίων, καὶ νεῶν ἐμπιπραμένων: καί τις ἐν Λαοδικείᾳ Λεπτίνης τὴν ὄψιν οὐκ ἐνεγκών, Γναῖον Ὀκτάουιον τὸν τῶνδε τῶν πρέσβεων ἡγεμόνα, ἀλειφόμενον ἐν τῷ γυμνασίῳ, διεχρήσατο.

καὶ τὸν μὲν Ὀκτάουιον ἔθαπτεν Λυσίας,

[47] Δημήτριος δὲ αὖθις ἐς τὴν σύγκλητον ἐσελθὼν ἐδεῖτο τῆς γοῦν ὁμηρείας μόνης ἀπολυθῆναι, ὡς Ἀντιόχου μὲν ἀντιδοθείς, Ἀντιόχου δ᾽ ἀποθανόντος. ἐπεὶ δ᾽ οὐκ ἐτύγχανεν οὐδὲ τοῦδε, λαθὼν ἐξέπλευσε, καὶ δεξαμένων αὐτὸν ἀσμένως τῶν Σύρων ἦρχε, τόν τε Λυσίαν καὶ τὸ παιδίον ἐπ᾽ αὐτῷ διαφθείρας, καὶ Ἡρακλείδην ἐκβαλών, καὶ Τίμαρχον ἐπανιστάμενον ἀνελών, καὶ τἆλλα πονηρῶς τῆς Βαβυλῶνος ἡγούμενον: ἐφ᾽ καὶ σωτήρ, ἀρξαμένων τῶν Βαβυλωνίων, ὠνομάσθη. κρατυνάμενος δὲ τὴν ἀρχὴν Δημήτριος στέφανόν τε Ῥωμαίοις ἀπὸ χρυσῶν μυρίων, χαριστήριον τῆς ποτὲ παρ᾽ αὐτοῖς ὁμηρείας, καὶ Λεπτίνην τὸν ἀνδροφόνον Ὀκταουίου. οἱ δὲ τὸν μὲν στέφανον ἐδέχοντο, Λεπτίνην δὲ οὐκ ἔλαβον, ὡς δή τι τοῦτ᾽ ἔγκλημα τοῖς Σύροις ταμιευόμενοι. Δημήτριος δὲ καὶ ἐκ τῆς Καππαδοκῶν ἀρχῆς Ἀριαράθην ἐκβαλών, Ὀλοφέρνην ἐπὶ χιλίοις ταλάντοις ἀντ᾽ αὐτοῦ κατήγαγεν, ἀδελφὸν εἶναι δοκοῦντα Ἀριαράθου. καὶ Ῥωμαίοις ἐδόκει μέν, ὡς ἀδελφούς, Ἀριαράθην καὶ Ὀλοφέρνην βασιλεύειν ὁμοῦ.

[48] ἐκπεσόντων δὲ καὶ τῶνδε καὶ Ἀριοβαρζάνου μετ᾽ αὐτοὺς οὐ πολὺ ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Ποντικοῦ βασιλέως, Μιθριδάτειος πόλεμος ἐπὶ τῷδε καὶ ἐφ᾽ ἑτέροις ἤρξατο συνίστασθαι, μέγιστός τε καὶ πολυτροπώτατος ἔθνεσι πολλοῖς γενόμενος, καὶ παρατείνας ἐς ἔτη μάλιστα τεσσαράκοντα, ἐν οἷς πολλαὶ μὲν ἀρχαὶ Σύροις ἐκ τοῦ βασιλείου γένους ὀλιγοχρόνιοι πάμπαν ἐγένοντο, πολλαὶ δὲ τροπαὶ καὶ ἐπαναστάσεις ἐπὶ τὰ βασίλεια. Παρθυαῖοί τε προαποστάντες ἀπὸ τῆς τῶν Σελευκιδῶν ἀρχῆς Μεσοποταμίαν ἐς ἑαυτοὺς περιέσπασαν, τοῖς Σελευκίδαις ὑπήκουεν. καὶ βασιλεὺς Ἀρμενίας Τιγράνης Τιγράνους ἔθνη πολλὰ τῶν περιοίκων ἰδίοις δυνάσταις χρώμενα ἑλών, βασιλεὺς ἀπὸ τοῦδε βασιλέων ἡγεῖτο εἶναι, καὶ τοῖς Σελευκίδαις ἐπεστράτευεν οὐκ ἐθέλουσιν ὑπακούειν. οὐχ ὑποστάντος δ᾽ αὐτὸν Ἀντιόχου τοῦ εὐσεβοῦς, Τιγράνης ἦρχε Συρίας τῆς μετ᾽ Εὐφράτην, ὅσα γένη Σύρων μέχρι Αἰγύπτου. ἦρχε δὲ ὁμοῦ καὶ Κιλικίας ῾καὶ γὰρ ἥδε τοῖς Σελευκίδαις ὑπήκουἐ, Μαγαδάτην στρατηγὸν ἐπιτάξας ἅπασιν, ἐπὶ ἔτη τεσσαρεσκαίδεκα.

[49] Λευκόλλου δὲ τοῦ Ῥωμαίων στρατηγοῦ Μιθριδάτην διώκοντος ἐς τὸν Τιγράνην ὑποφεύγοντα, Μαγαδάτης ᾔει μετὰ τοῦ στρατοῦ Τιγράνῃ βοηθήσων, καὶ ἐν τῷδε παραδὺς ἐς τὴν Συρίαν Ἀντίοχος Ἀντιόχου τοῦ εὐσεβοῦς ἦρχε τῶν Σύρων ἑκόντων. καὶ αὐτῷ Λεύκολλος μέν, Τιγράνῃ πρῶτός τε πολεμήσας καὶ τῆς ἐπικτήτου γῆς αὐτὸν ἐξελάσας, οὐκ ἐφθόνησεν ἀρχῆς πατρῴας: Πομπήιος δέ, ἐπὶ Λευκόλλῳ Μιθριδάτην ἐξελών, Τιγράνῃ μὲν Ἀρμενίας συνεχώρησεν ἄρχειν, Ἀντίοχον δὲ ἐξέβαλε τῆς Σύρων ἀρχῆς, οὐδὲν ἐς Ῥωμαίους ἁμαρτόντα, ἔργῳ μὲν ὅτι ἦν εὔκολον αὐτῷ, στρατιὰν ἔχοντι, πολλὴν ἀρχὴν ἄνοπλον ἀφελέσθαι, λόγῳ δὲ ὅτι τοὺς Σελευκίδας, ὑπὸ Τιγράνους ἐκπεσόντας, οὐκ εἰκὸς ἦν ἔτι Συρίας ἄρχειν μᾶλλον Ῥωμαίους Τιγράνην νενικηκότας.

[50] οὕτω μὲν δὴ Κιλικίας τε καὶ Συρίας τῆς τε μεσογείου καὶ κοίλης καὶ Φοινίκης καὶ Παλαιστίνης, καὶ ὅσα ἄλλα Συρίας ἀπὸ Εὐφράτου μέχρι Αἰγύπτου καὶ μέχρι θαλάσσης ὀνόματα, ἀμαχὶ Ῥωμαῖοι κατέσχον. ἓν δὲ γένος ἔτι τὸ Ἰουδαίων ἐνιστάμενον Πομπήιος ἐξεῖλε κατὰ κράτος, καὶ τὸν βασιλέα Ἀριστόβουλον ἔπεμψεν ἐς Ῥώμην, καὶ τὴν μεγίστην πόλιν Ἱεροσόλυμα καὶ ἁγιωτάτην αὐτοῖς κατέσκαψεν, ἣν δὴ καὶ Πτολεμαῖος πρῶτος Αἰγύπτου βασιλεὺς καθῃρήκει, καὶ Οὐεσπασιανὸς αὖθις οἰκισθεῖσαν κατέσκαψε, καὶ Ἀδριανὸς αὖθις ἐπ᾽ ἐμοῦ. καὶ διὰ ταῦτ᾽ ἐστὶν Ἰουδαίοις ἅπασιν φόρος τῶν σωμάτων βαρύτερος τῆς ἄλλης περιοικίας. ἔστι δὲ καὶ Σύροις καὶ Κίλιξιν ἐτήσιος, ἑκατοστὴ τοῦ τιμήματος ἑκάστῳ. Πομπήιος μὲν οὖν τῶνδε τῶν ὑπὸ τοῖς Σελευκίδαις γενομένων ἐθνῶν τοῖς μὲν ... ἐπέστησεν οἰκείους βασιλέας δυνάστας, καθὰ καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ τοῖς τέσσαρσι δυνάσταις ἐβεβαίωσε τὰς τετραδαρχίας, συμμαχήσασίν οἱ κατὰ Μιθριδάτου. καὶ οὐ πολὺ ὕστερον καὶ τάδε περιῆλθεν ἐς Ῥωμαίους, ἐπὶ Καίσαρος μάλιστα τοῦ Σεβαστοῦ, κατὰ μέρη.

[51] Συρίας δ᾽ εὐθὺς Πομπήιος Σκαῦρον τὸν ἐν τοῖς πολέμοις ἑαυτῷ γενόμενον ταμίαν ἔταξεν ἡγεῖσθαι, καὶ βουλὴ Φίλιππον ἐπὶ Σκαύρῳ τὸν Μάρκιον, καὶ Μαρκελλῖνον Λέντλον ἐπὶ τῷ Φιλίππῳ, ἄμφω στρατηγικοὺς κατ᾽ ἀξίωσιν. ἀλλὰ τῶνδε μὲν ἑκατέρῳ διετὴς ἐτρίφθη χρόνος, τοὺς γειτονας ἐνοχλοῦντας Ἄραβας ἀμυνομένῳ. καὶ τοῦδε χάριν ἐς τὸ ἔπειτα ἐγένοντο Συρίας στρατηγοὶ τῶν τὰ ἐπώνυμα ἀρξάντων ἐν ἄστει, ἵνα ἔχοιεν ἐξουσίαν καταλόγου τε στρατιᾶς καὶ πολέμου οἷα ὕπατοι. καὶ πρῶτος ἐκ τῶνδε ἐπέμφθη Γαβίνιος μετὰ στρατιᾶς. καὶ πολεμεῖν αὐτὸν ὁρμῶντα Μιθριδάτης μὲν Παρθυαίων βασιλεύς, ἐξελαυνόμενος τῆς ἀρχῆς ὑπ᾽ Ὀρώδου τοῦ ἀδελφοῦ, μετῆγεν ἐξ Ἀράβων ἐπὶ Παρθυαίους, Πτολεμαῖος δὲ αὐτόν, ἑνδέκατος Αἰγύπτου βασιλεύς, ἐκπεσὼν καὶ ὅδε τῆς ἀρχῆς, μετέπεισε χρήμασι πολλοῖς ἀντὶ Παρθυαίων ἐπὶ Ἀλεξανδρέας ὁρμῆσαι. καὶ κατήγαγε μὲν τὸν Πτολεμαῖον ἐπὶ τὴν ἀρχὴν Γαβίνιος, Ἀλεξανδρεῦσι πολεμήσας, ὑπὸ δὲ τῆς Ῥωμαίων βουλῆς ἔφυγεν ἐπὶ τῷ ἄνευ ψηφίσματος ἐς Αἴγυπτον ἐμβαλεῖν, ἐπὶ πολέμῳ Ῥωμαίοις ἀπαισίῳ νομιζομένῳ: ἦν γάρ τι Σιβύλλειον αὐτοῖς ἀπαγορεῦον. ἐπὶ δὲ Γαβινίῳ μοι δοκεῖ Κράσσος ἄρξαι Σύρων, ὅτῳ πολεμούντι Παρθυαίοις μεγάλη συμφορὰ γίγνεται. καὶ ἐπὶ Λευκίου Βύβλου μετὰ Κράσσον στρατηγοῦντος Συρίας ἐς τὴν Συρίαν ἐσέβαλον οἱ Παρθυαῖοι. Σάξα δὲ μετὰ Βύβλον ἡγουμένου καὶ τὰ μέχρι Ἰωνίας ἐπέδραμον, ἀσχολουμένων Ῥωμαίων ἐς τὰ ἐπ᾽ ἀλλήλους ἐμφύλια.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: