previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[91] καὶ περὶ τὰς αὐτὰς ἡμέρας ἐν Φαυεντίᾳ Κάρβων καὶ Νωρβανὸς ἐξ ὁδοῦ βραχὺ πρὸ ἑσπέρας ἐπὶ τὸ Μετέλλου στρατόπεδον ἐλθόντες, λοιπῆς οὔσης ὥρας μιᾶς καὶ ἀμπέλων πυκνῶν περικειμένων, ἀνοήτως μάλα ὑπὸ ὀργῆς ἐς μάχην ἐξέταττον, ἐλπίσαντες Μέτελλον τῷ παραλόγῳ καταπλήξειν. ἡττώμενοι δὲ ὡς ἐν ἀφυεῖ χωρίῳ τε καὶ ὥρᾳ καὶ ἐς τὰ φυτὰ ἐμπίπτοντες ἐφθείροντο κατὰ πλῆθος, ὡς ἀπολέσθαι μὲν ἀμφὶ τοὺς μυρίους, αὐτομολῆσαι δ᾽ ἐς ἑξακισχιλίους καὶ τοὺς λοιποὺς διαρριφῆναι, μόνων ἐν τάξει χιλίων ἐπανελθόντων ἐς Ἀρίμινον. τέλος δ᾽ ἄλλο Λευκανῶν ἀγόμενον ὑπὸ Ἀλβενουανοῦ, τῆς ἥττης πυθόμενον, μετεχώρει πρὸς Μέτελλον δυσχεραίνοντος Ἀλβενουανοῦ. δὲ τότε μὲν οὐ κατασχὼν τῆς ὁρμῆς αὑτὸν ἐς Νωρβανὸν ἐπανῆλθεν, οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον κρύφα τῷ Σύλλᾳ κοινολογησάμενος καὶ λαβὼν ἄδειαν, εἴ τι πράξειεν ἀξιόλογον, ἐπὶ ἑστίασιν ἐκάλει Νωρβανόν τε καὶ τοὺς συνόντας αὐτῷ στρατηγούς, Γάιον Ἀντίπατρον καὶ Φλάυιον Φιμβρίαν, ἀδελφὸν τοῦδε τοῦ περὶ τὴν Ἀσίαν ἑαυτὸν ἀνελόντος, ὅσοι τε ἄλλοι τῶν Καρβωνείων στρατηγοὶ τότε παρῆσαν. ὡς δ᾽ ἀφίκοντο χωρίς γε Νωρβανοῦ ῾μόνος γὰρ οὐκ ἀφίκετὀ, πάντας αὐτοὺς Ἀλβενουανὸς ἔκτεινεν ἐπὶ τῆς διαίτης καὶ ἐς τὸν Σύλλαν διέφυγε. Νωρβανὸς δὲ καὶ Ἀρίμινον ἐπὶ τῇδε τῇ συμφορᾷ καὶ ἄλλα πολλὰ τῶν πλησίον στρατοπέδων ἐς τὸν Σύλλαν μεταχωρεῖν πυνθανόμενος τῶν τε παρόντων οἱ φίλων οὐδένα ἔτι πιστὸν οὐδὲ βέβαιον ὡς ἐν συμφοραῖς τιθέμενος, ἰδιωτικοῦ σκάφους ἐπιβὰς ἐς Ῥόδον διέπλευσεν: ὅθεν ὕστερον ἐξαιτούμενος ὑπὸ τοῦ Σύλλα, Ῥοδίων ἔτι ἀμφιγνοούντων, ἑαυτὸν ἐν ἀγορᾷ μέσῃ διέφθειρε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: