previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[43] Ῥουτίλιος δὲ ὕπατος καὶ Γάιος Μάριος ἐπὶ τοῦ Λίριος ποταμοῦ γεφύρας ἐς διάβασιν ἐξ οὐ πολλοῦ διαστήματος ἀπ᾽ ἀλλήλων ἐπήγνυντο: καὶ Οὐέττιος Σκάτων αὐτοῖς ἀντεστρατοπέδευε παρὰ τὴν Μαρίου μάλιστα γέφυραν ἔλαθέ τε νυκτὸς περὶ τὴν Ῥουτιλίου γέφυραν λόχους ἐν φάραγξιν ἐνεδρεύσας. ἅμα δ᾽ ἕῳ τὸν Ῥουτίλιον διελθεῖν ὑπεριδὼν ἀνέστησε τὰς ἐνέδρας καὶ πολλοὺς μὲν ἔκτεινεν ἐπὶ τοῦ ξηροῦ, πολλοὺς δ᾽ ἐς τὸν ποταμὸν κατῶσεν: τε Ῥουτίλιος αὐτὸς ἐν τῷδε τῷ πόνῳ βέλει τρωθεὶς ἐς τὴν κεφαλὴν μετ᾽ ὀλίγον ἀπέθανε. καὶ Μάριος, ἐπὶ τῆς ἑτέρας ὢν γεφύρας τὸ συμβὰν ἐκ τῶν φερομένων κατὰ τὸ ῥεῦμα σωμάτων εἰκάσας τοὺς ἐν ποσὶν ὤσατο καὶ τὸ ῥεῦμα περάσας τὸν χάρακα τοῦ Σκάτωνος ὑπ᾽ ὀλίγων φυλαττόμενον εἷλεν, ὥστε τὸν Σκάτωνα νυκτερεῦσαί τε, ἔνθαπερ ἐνίκησε, καὶ ἀποροῦντα ἀγορᾶς ἀναζεῦξαι περὶ τὴν ἕω. Ῥουτιλίου δὲ τοῦ σώματος καὶ πολλῶν ἄλλων ἐπιφανῶν ἐπὶ ταφὴν ἐς Ῥώμην ἐνεχθέντων τε ὄψις ἀηδὴς ἦν ὑπάτου καὶ τοσῶνδε ἄλλων ἀνῃρημένων καὶ πολυήμερον ἐπὶ τῷδε πένθος ἠγέρθη. καὶ ἀπὸ τοῦδε βουλὴ τοὺς ἀποθνῄσκοντας ἐν τοῖς πολέμοις ἔκρινεν, ἔνθαπερ ἂν θάνωσι, θάπτεσθαι, τοῦ μὴ τοὺς λοιποὺς ἐκ τῆς ὄψεως ἀποτρέπεσθαι τῶν στρατειῶν. τὸ δ᾽ αὐτὸ καὶ οἱ πολέμιοι πυθόμενοι περὶ σφῶν ἐψηφίσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: