previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[70] στρατιὰ δ᾽ ἦν, ὡς ἐμοὶ δοκεῖ, πολλῶν ἀμφίλογα εἰπόντων ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι περὶ τῶν ἐξ Ἰταλίας ἀνδρῶν, οἷς δὴ καὶ μάλιστα θαρροῦντες τὰ συμμαχικὰ οὐκ ἀκριβοῦσιν οὐδὲ ἀναγράφουσιν ὡς ἀλλότρια καὶ ὀλίγην ἐν αὐτοῖς εἰς προσθήκην χώραν ἔχοντα, Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις, καὶ τούτων ἱππέες ἦσαν ἀμφὶ τοὺς χιλίους, Πομπηίῳ δὲ ὑπὲρ τὸ διπλάσιον, καὶ τούτων ἱππέες ἐς ἑπτακισχιλίους. ὧδε μὲν τοῖς τὰ πιθανώτατα λέγουσι δοκεῖ μυριάδας ἑπτὰ ἀνδρῶν Ἰταλῶν συμπεσεῖν ἀλλήλοις ἐς μάχην: οἱ δ᾽ ὀλιγωτέρους ἑξακισμυρίων φασίν, οἱ δ᾽ ὑπερεπαίροντες τεσσαράκοντα μυριάδας γενέσθαι λέγουσι. καὶ τούτων οἱ μὲν ἡμιόλιον, οἱ δὲ ἐκ τριῶν νομίζουσιν ἀμφὶ τὰ δύο τῷ Πομπηίῳ γενέσθαι μέρη. τοσάδε μὲν ἀμφιγνοοῦσι περὶ τοῦ ἀκριβοῦς: ὅπως δ᾽ οὖν εἶχε, τοῖσδε μάλιστα τοῖς ἐξ Ἰταλίας ἑκάτερος αὐτῶν ἐθάρρει. τὸ δὲ συμμαχικὸν ἦν Καίσαρι μὲν ἱππέες τε Κελτοὶ ... καὶ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις ἀριθμὸς ἄλλος: Ἑλλήνων δ᾽ ἐπέλταζον αὐτῷ Δόλοπες, Ἀκαρνᾶνες, Αἰτωλοί. τοσοίδε μὲν τῷ Καίσαρι συνεμάχουν, Πομπηίῳ δὲ πάντα τὰ ἑῷα ἔθνη κατὰ πλῆθος, οἱ μὲν ἐξ ἵππων, οἱ δὲ πεζοί, ἀπὸ μὲν τῆς Ἑλλάδος Λάκωνες ὑπὸ τοῖς ἰδίοις βασιλεῦσι τασσόμενοι, καὶ ἄλλη Πελοπόννησος καὶ Βοιωτοὶ μετ᾽ αὐτῶν. ἐστράτευον δὲ καὶ Ἀθηναῖοι, κηρυξάντων μὲν αὐτοὺς ἑκατέρων μὴ ἀδικεῖν τὸν στρατὸν ὡς ἱεροὺς τῶν Θεσμοφόρων, πρὸς δὲ τὴν δόξαν ἄρα τοῦ πολέμου τραπέντες ὡς ὑπὲρ τῆς Ῥωμαίων ἡγεμονίας ἀγωνιούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: