previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[78] μέλλουσι δ᾽ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡμέρα προύκοπτε. καὶ τὸ μὲν Ἰταλικὸν ἅπαν εὐσταθῶς ἐφ᾽ ἡσυχίας ἀκριβοῦς ἀνέμενε: τὸ δὲ συμμαχικὸν Πομπήιος αὑτοῦ ταρασσόμενον ὁρῶν ὑπὸ τῆς μελλήσεως καὶ δείσας, μὴ πρὸ τοῦ ἀγῶνος ἀταξίας κατάρξειεν, ὑπεσήμαινε πρῶτος, καὶ ἀντήχησε Καῖσαρ, αὐτίκα δ᾽ αἵ τε σάλπιγγες αὐτοὺς ἐξώτρυνον ὀρθίοις κλαγγαῖς ὡς ἐν τοσῷδε πλήθει πολλαὶ κατὰ μέρη, καὶ οἱ κήρυκες καὶ οἱ ἐπιστάται περιθέοντες ἤπειγον. οἱ δὲ σοβαρῶς ἀλλήλοις ἐπῄεσαν μετά τε θάμβους καὶ σιωπῆς βαθυτάτης ὡς πολλῶν ἀγώνων τοιῶνδε ἐμπειροπόλεμοι. πλησιάζουσι δ᾽ αὐτοῖς ἤδη τόξα καὶ λίθοι πρῶτον ἦν καὶ τῶν ἱππέων βραχὺ τὰ πεζὰ προλαβόντων πεῖραί τε καὶ ἐπελάσεις ἐπ᾽ ἀλλήλους. καὶ προύχοντες οἱ τοῦ Πομπηίου τὸ δέκατον τέλος ἐκυκλοῦντο. Καίσαρος δὲ τὸ σημεῖον τοῖς ἐφεδρεύουσιν ἄραντος, οἱ μὲν ἐξαναστάντες ἐς τοὺς ἵππους ἐχώρουν, ὀρθοῖς ἄνω τοῖς δόρασιν ἐς τὰ πρόσωπα τύπτοντες τοὺς ἐπικαθημένους, οἱ δ᾽ οὐκ ἐνεγκόντες αὐτῶν οὔτε τὴν ἀπόνοιαν οὔτε τὰς ἐπὶ στόμα καὶ κατ᾽ ὀφθαλμοὺς πληγὰς ἔφευγον ἀκόσμως. καὶ τὸ ἐνταῦθα πεζὸν εὐθὺς ἱππέων ἔρημον γενόμενον ἐκυκλοῦντο οἱ τοῦ Καίσαρος ἱππέες, αὐτοὶ δείσαντες περικύκλωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: