previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25] καὶ Πομπήιος ὡς ἤδη τὰ χρῄζοντα τῆς μοναρχίας διωρθωμένος τὸν Σκιπίωνα σύναρχον ἐς τὸ λοιπὸν τοῦ ἔτους ἐποιεῖτο. καὶ μετὰ τοῦθ᾽ ἑτέρων ἐς τὴν ἀρχὴν καθισταμένων οὐδὲν ἧττον ἐφεώρα καὶ ἐδυνάστευε, καὶ πάντ᾽ ἦν ἐν Ῥώμῃ τότε Πομπήιος: γὰρ εὔνοια τῆς βουλῆς μάλιστα ἐς αὐτὸν ἐποίει, ζήλῳ τε τοῦ Καίσαρος ἐς οὐδὲν αὐτῇ παρὰ τὴν ἰδίαν ὑπατείαν κεχρημένου καὶ ὅτι νοσοῦσαν Πομπήιος τὴν πολιτείαν ὀξέως ἀναλάβοι καὶ οὐδενὶ σφῶν παρὰ τὴν ἀρχὴν φορτικὸς ἐπαχθὴς γένοιτο.

τῶν δὲ φυγάδων ἐς τὸν Καίσαρα ἰόντων ἀθρόων καὶ παραινούντων φυλάσσεσθαι τὸν Πομπήιον ὡς τὸν νόμον τοῦ δεκασμοῦ μάλιστα θέμενον ἐπ᾽ ἐκείνῳ, τούσδε μὲν Καῖσαρ παρηγόρει καὶ τὸν Πομπήιον εὐφήμει, τοὺς δὲ δημάρχους ἔπεισεν εἰσηγήσασθαι νόμον ἐξεῖναι Καίσαρι δευτέραν ὑπατείαν ἀπόντι μετιέναι. καὶ τοῦθ᾽ ὑπατεύοντος ἔτι τοῦ Πομπηίου καὶ οὐδὲν ἀντειπόντος ἐκεκύρωτο. δὲ Καῖσαρ ἀντιπράξειν τὴν βουλὴν ὑπονοῶν ἐδεδοίκει μὲν ὑπὸ τοῖς ἐχθροῖς ἰδιώτης γενέσθαι, ἐτέχναζε δὲ ἐπὶ δυνάμεως εἶναι, μέχρι ὕπατος ἀποδειχθείη, καὶ τὴν βουλὴν ᾔτει χρόνον ἄλλον ὀλίγον ἐς τὴν παροῦσάν οἱ τῆς Γαλατίας ἡγεμονίαν ἐς μέρος αὐτῆς ἐπιλαβεῖν. διακωλύσαντος δὲ Μαρκέλλου, ὃς ἐπὶ τῷ Πομπηίῳ ὕπατος ἦν, φασὶ τὸν Καίσαρα τῷ μηνύοντι ἀποκρίνασθαι, κόπτοντα τὴν λαβὴν τοῦ ξίφους: ‘ἥδε μοι δώσει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), CONSUL
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: