previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] δέ, εἴτε εἰς τοῦτο αὐτὸ πάντα πεπραχὼς εἴτε τὴν συντυχίαν ὡς εὔχρηστον ἀσπασάμενος τὴν φρουρὰν κατέλεγεν, αἰεὶ προστιθεὶς μέχρι ἐς ἑξακισχιλίους, οὐκ ἐκ τῶν γινομένων ὁπλιτῶν, οὓς εὐμαρῶς ἂν ἐν ταῖς χρείαις ᾤετο ἕξειν καὶ ἑτέρωθεν, ἀλλὰ πάντας λοχαγοὺς ὡς ἡγεμονικούς τε καὶ ἐμπειροπολέμους καί οἱ γνωρίμους ἐκ τῆς στρατείας τῆς ὑπὸ Καίσαρι: ταξιάρχους δ᾽ αὐτοῖς ἐς τὸν πρέποντα κόσμον ἐξ αὐτῶν ἐκείνων ἐπιστήσας ἦγεν ἐν τιμῇ καὶ κοινωνοὺς ἐποιεῖτο τῶν φανερῶν βουλευμάτων. δὲ βουλὴ τό τε πλῆθος αὐτῶν καὶ τὴν ἐπίλεξιν ἐν ὑπονοίᾳ τιθέμενοι συνεβούλευον τὴν φρουρὰν ὡς ἐπίφθονον ἐς τὸ ἀρκοῦν ἐπαναγαγεῖν. δὲ ὑπισχνεῖτο ποιήσειν, ὅταν σβέσῃ τοῦ δήμου τὸ ταραχῶδες. ἐψηφισμένον δ᾽ εἶναι κύρια, ὅσα Καίσαρι πέπρακτό τε καὶ γενέσθαι βεβούλευτο, τὰ ὑπομνήματα τῶν βεβουλευμένων Ἀντώνιος ἔχων καὶ τὸν γραμματέα τοῦ Καίσαρος Φαβέριον ἐς πάντα οἱ πειθόμενον, διότι καὶ Καῖσαρ τὰ τοιάδε αἰτήματα ἐς τὸν Ἀντώνιον ἐξιὼν ἀνετίθετο, πολλὰ ἐς πολλῶν χάριν προσετίθει καὶ ἐδωρεῖτο πόλεσι καὶ δυνάσταις καὶ τοῖσδε τοῖς ἑαυτοῦ φρουροῖς: καὶ ἐπεγράφετο μὲν πᾶσι τὰ Καίσαρος ὑπομνήματα, τὴν δὲ χάριν οἱ λαβόντες ᾔδεσαν Ἀντωνίῳ. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐς τὸ βουλευτήριον πολλοὺς κατέλεγε καὶ ἄλλα τῇ βουλῇ δι᾽ ἀρεσκείας ἔπρασσεν, ἵνα μὴ φθονοῖεν ἔτι τῆς φρουρᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: