previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[82] ὑπερθέσεων δὲ ἐπὶ τῇ χειροτονίᾳ γιγνομένων ἐννόμων κατὰ ποικίλας αἰτίας, Ἀντώνιος ἐν τῷ τέως τὰς Ἄλπεις ὑπερέβαλε, Κουλλεῶνα πείσας τὸν ἐκ Λεπίδου φύλακα αὐτῶν, ἐπί τε ποταμὸν ἦλθεν, ἔνθα ἐστρατοπεδευμένος ἦν Λέπιδος, καὶ οὔτε χάρακα περιεβάλετο οὔτε τάφρον ὡς δὴ φίλῳ παραστρατοπεδεύων. διαπομπαὶ δὲ ἦσαν ἐς ἀλλήλους πυκναί, Ἀντωνίου μὲν ὑπομιμνήσκοντος φιλίας τε καὶ χαρίτων ποικίλων, καὶ διδάσκοντος, ὅτι μεθ᾽ αὑτὸν ὅμοια πείσονται καθ᾽ ἕνα πάντες, οἳ τῆς Καίσαρος ἐγένοντο φιλίας, Λεπίδου δὲ τὴν μὲν βουλὴν δεδιότος πολεμεῖν αὐτῷ κελεύουσαν, ὑπισχνουμένου δ᾽ ὅμως οὐ πολεμήσειν ἑκόντος. δὲ στρατὸς τοῦ Λεπίδου τό τε ἀξίωμα αἰδούμενοι τὸ Ἀντωνίου καὶ τῶν διαπομπῶν αἰσθανόμενοι καὶ τὴν ἀφέλειαν αὐτοῦ τῆς στρατοπεδείας ἀγάμενοι, ἐπεμίγνυντο τοῖς Ἀντωνίου λανθάνοντες, εἶτα φανερῶς οἷα πολίταις τε καὶ συστρατιώταις γενομένοις, τῶν τε χιλιάρχων κωλυόντων ὑπερεώρων καὶ τὸν ποταμὸν ἐς εὐμάρειαν τῆς ἐπιμιξίας ναυσὶν ἐγεφύρουν: τό τε καλούμενον δέκατον τέλος, ἐξεναγημένον ὑπὸ Ἀντωνίου πάλαι, τὰ ἔνδον αὐτῷ παρεσκεύαζεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: