previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[92] Καίσαρι δὲ ἔτι τῶν πρέσβεων ἐντυγχανόντων τὰ μετεψηφισμένα ἀγγέλλεται: καὶ αὐτὸν οἱ πρέσβεις ἀπολιπόντες ἀνέστρεφον ὑπὸ αἰδοῦς. δὲ τῷ στρατῷ μᾶλλον ἔτι παρωξυμμένῳ κατὰ σπουδὴν ἐχώρει, σὺν φόβῳ μή τι πάθοιεν αἱ γυναῖκες: ἔς τε τὸν δῆμον τεθορυβημένον ἱππέας ἔπεμψεν ἀτρεμεῖν ἐπικελεύων, καὶ τεθηπότων πάντων τὰ πέραν τοῦ Κυριναλίου λόφου κατέλαβεν, οὐδενὸς ἐς χεῖρας ἐλθεῖν κωλύειν ὑποστάντος. ἦν τε αὖθις ἑτέρα θαυμάσιος ἄφνω μεταβολή, θεόντων ἐς αὐτὸν τῶν ἐπιφανῶν καὶ προσαγορευόντων: ἔθει δὲ καὶ δημότης λεὼς καὶ τὴν εὐταξίαν τῶν στρατιωτῶν ὡς εἰρηνικὴν ἀπεδέχοντο. δὲ τὸν στρατόν, ἔνθαπερ ἦν, ἀπολιπὼν ἐχώρει τῆς ἐπιούσης πρὸς τὸ ἄστυ, φυλακὴν ἔχων ἀμφ᾽ αὑτὸν ἱκανήν. οἱ δὲ καὶ τότε ὑπήντων δι᾽ ὅλης τῆς ὁδοῦ κατὰ μέρη καὶ προσηγόρευον, οὐδὲν ἐνδέοντες φιλοφροσύνης θεραπείας ἀσθενοῦς. δὲ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ ἐν τῷ τῆς Ἑστίας ἱερῷ μετὰ τῶν ἱερῶν παρθένων ἠσπάσαντο. καὶ τὰ τρία τέλη, τῶν στρατηγῶν ὑπεριδόντα, πρὸς αὐτὸν ἐπρέσβευε καὶ μετετίθετο: καὶ τῶν στρατηγῶν οἳ ἦρχον αὐτῶν, Κορνοῦτος μὲν ἑαυτὸν ἔκτεινεν, οἱ δ᾽ ἄλλοι σπονδῶν καὶ πίστεων ἔτυχον. Κικέρων τε τῶν σπονδῶν πυθόμενος ἔπραξε διὰ τῶν Καίσαρος φίλων ἐντυχεῖν αὐτῷ, καὶ ἐντυχὼν ἀπελογεῖτο καὶ τὴν εἰσήγησιν τῆς ὑπατείας ὑπερεπῇρεν, ἣν αὐτὸς ἐν τῇ βουλῇ πρότερον εἰσηγήσατο. δὲ τοσοῦτον ἀπεκρίνατο ἐπισκώπτων ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: