previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[99] ἀναβοησάντων δὲ πάντωνἴωμενκαὶ εὐθὺς ἄγειν ἀξιούντων, ἡσθεὶς Κάσσιος τῇ προθυμίᾳ κατεκήρυξεν αὖθις σιωπὴν καὶ αὖθις ἔλεγε:

θεοὶ μέν, ὅσοι πολέμων δικαίων δεσπόται, τῆς πίστεως ὑμᾶς, συστρατιῶται, καὶ προθυμίας ἀμείβοιντο: τὰ δ᾽ ἐς ἀνθρωπίνην στρατηγῶν πρόνοιαν ὅτι καὶ πλέονα καὶ ἀμείνονά ἐστιν ἡμῖν τοῖς πολεμίοις, μάθετε οὕτως. τέλη μὲν ὁπλιτῶν ἴσα αὐτοῖς ἀντεπάγομεν, πολλὰ καὶ ἐπὶ τῶν χρειῶν ἄλλα πολλαχοῦ καταλιπόντες: ἱππεῦσι δὲ καὶ ναυσὶ πολὺ προύχομεν καὶ συμμάχοις βασιλεῦσί τε καὶ ἔθνεσι τοῖς μέχρι Μήδων καὶ Παρθυαίων. καὶ ἡμῖν μὲν ἐκ μετώπου μόνον εἰσὶ πολέμιοι, ἡμεῖς δ᾽ αὐτῶν καὶ κατὰ νώτου Πομπήιόν τε ὁμογνώμονα ἡμῖν ἔχομεν ἐν Σικελίᾳ, καὶ Μοῦρκος ἐν τῷ Ἰονίῳ καὶ Ἀηνόβαρβος στόλῳ πολλῷ καὶ ὑπηρεσίᾳ δαψιλεῖ καὶ δύο τέλεσι στρατοῦ καὶ τοξόταις αἰεὶ διαπλέοντες ἐνοχλοῦσι πολλά, καθαρευούσης πολεμίων ἡμῖν τῆς ὄπισθεν γῆς καὶ θαλάσσης. χρήματά γε μήν, τινες καλοῦσι νεῦρα πολέμου, τοῖς μὲν οὐκ ἔστιν, οὐδ᾽ ἀπέδωκάν πω τὰ ὑπεσχημένα τῷ στρατῷ, οὐδὲ κατὰ δόξαν ἀπήντησε τὰ τῶν προγραφῶν, οὐδενὸς τῶν ἐπιεικῶν ὠνουμένου χωρία ἐπίφθονα: οὐδ᾽ ἑτέρωθεν εὐποροῦσι, τετρυμένης στάσεσι καὶ ἐσφοραῖς καὶ προγραφαῖς τῆς Ἰταλίας. ἡμῖν δὲ ἐκ πολλῆς φροντίδος καὶ τὰ παρόντα ἐστὶ δαψιλῆ, ὡς αὐτίκα ὑμῖν ἄλλα χαρίσασθαι, καὶ ἕτερα πολλὰ ἐπὶ τούτοις ἀπὸ τῶν ὄπισθεν ἐθνῶν προσοδεύεται συμφερόμενα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: