previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[124] ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δ᾽ ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου, εἶξεν ἐπ᾽ οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς: ‘ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον στρατηγούμενοι.’ καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ἐδεδοίκει μάλιστα, μὴ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο: ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: