previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14] ἰδέα τε πᾶσα κακῶν ἦν, οὐχ ὡς ἐν στάσεσιν πολέμου καταλήψεσιν: οὐ γάρ, ὡς ἐν ἐκείνοις, τὸν μὲν ἀντιστασιώτην πολέμιον ἐδεδοίκεσαν, τοῖς δ᾽ οἰκείοις σφᾶς ἐπέτρεπον, ἀλλὰ καὶ τούσδε τῶν σφαγέων μᾶλλον ἐδεδοίκεσαν, οὐδὲν μὲν αὐτοὺς ὡς ἐν πολέμῳ καὶ στάσει δεδιότας, σφίσι δὲ αὐτίκα γιγνομένους ἐξ οἰκείων πολεμίους, δι᾽ ὕπουλον ἔχθραν ὑπὸ τῶν ἐπικεκηρυγμένων σφίσι γερῶν διὰ τὸν ἐν ταῖς οἰκίαις χρυσόν τε καὶ ἄργυρον. ἄπιστος γὰρ δὴ διὰ ταῦτα ἀθρόως ἕκαστος ἐς τὸν οἰκεῖον ἐγίγνετο καὶ τὸ σφέτερον κέρδος τοῦ πρὸς αὐτὸν ἐλέου προυτίθει: δὲ πιστὸς εὔνους ἐδεδίει βοηθεῖν κρύπτειν συνειδέναι δι᾽ ὁμοιότητα τῶν ἐπιτιμίων. ἔς τε τὸ ἔμπαλιν αὐτοῖς τοῦ πρώτου τῶν ἑπτακαίδεκα ἀνδρῶν δέους περιέστη. τότε μὲν γὰρ οὐ προγραφέντος οὐδενός, ἀλλά τινων ἄφνω συλλαμβανομένων πάντες ἐδεδοίκεσαν ὅμοια καὶ συνήσπιζον ἀλλήλοις: ἐπὶ δὲ ταῖς προγραφαῖς οἱ μὲν αὐτίκα πᾶσιν ἔκδοτοι γεγένηντο, οἱ δὲ ἐν ἀμερίμνῳ περὶ σφῶν καὶ ἐπὶ κέρδει γενόμενοι τοὺς ἄλλους ἐπὶ μισθῷ τοῖς σφαγεῦσιν ἐκυνηγέτουν. δὲ λοιπὸς ὅμιλος, οἱ μὲν τὰς οἰκίας τῶν ἀναιρουμένων διήρπαζον, καὶ τὸ κέρδος αὐτοὺς ἀπο τῆς συνέσεως τῶν παρόντων κακῶν ἐψυχαγώγει: οἱ δὲ ἐμφρονέστεροί τε καὶ ἐπιεικεῖς ἐτεθήπεσαν ὑπὸ ἐκπλήξεως, καὶ ἦν αὐτοῖς παραλογώτερον, ὅτε μάλιστα ἐνθυμηθεῖεν, ὅτι τὰς μὲν ἄλλας πόλεις ἐλυμήναντο στάσεις καὶ περιέσωσαν ὁμόνοιαι, τὴν δὲ καὶ αἱ στάσεις τῶν ἀρχόντων προαπώλεσαν καὶ ὁμόνοια τοιάδε ἐργάζεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: