previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19] Κικέρων δέ, ὃς μετὰ Γάιον Καίσαρα ἴσχυσεν, ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία, κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις: φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλὰ εἰς ἴδιον χωρίον, καθ᾽ ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. πλησιαζόντων δὲ τῶν ἐρευνωμένων ῾τοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες᾿ ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες ἐσπτάντες ἔκλαζον, ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες, σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἔκ του θεῶν, ἐς φορεῖον ἐσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων, εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπ᾽ εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν αὐτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. δὲ ἐπέδραμέ τε καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφ᾽ αὑτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶς μάλα ἀνεβόησεν: ‘ἐσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί.’

τότε γὰρ οἱ μὲν θεράποντες ὡς ἐλευσομένων πλεόνων κατεπλάγησαν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 32
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: