previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25] Στάτιος δὲ Σαυνίτης, πολλὰ Σαυνίταις ἐν τῷ συμμαχικῷ πολέμῳ κατειργασμένος, διὰ δὲ περιφάνειαν ἔργων καὶ διὰ πλοῦτον καὶ γένος ἐς τὸ Ῥωμαίων βουλευτήριον ἀνακεκλημένος, ὀγδοηκοντούτης ὢν ἤδη καὶ διὰ πλοῦτον προγεγραμμένος, ἀνεπέτασε τὴν οἰκίαν τῷ τε δήμῳ καὶ τοῖς θεράπουσιν ἐκφορεῖν, ὅσα θέλοιεν, τὰ δὲ καὶ αὐτὸς διερρίπτει, μέχρι κεκενωμένης ἐπικλείσας ἐνέπρησε καὶ ἀπώλετο, καὶ τὸ πῦρ πολλὰ τῆς πόλεως ἄλλα ἐπενείματο. Καπίτων δὲ ἐς πολὺ τὰς θύρας ὑπανοίγων τοὺς ἐσβιαζομένους καθ᾽ ἕνα ἀνῄρει, ὑπὸ δὲ πολλῶν ἐπιβρισάντων εἷς ἀπέθανε πολλοὺς ἀποκτείνας. Οὐετουλῖνος δὲ χεῖρα ἤθροισε πολλὴν ἀμφὶ τὸ Ῥήγιον αὐτῶν τε τῶν προγεγραμμένων ἀνδρῶν καὶ ὅσοι συνέφευγον αὐτοῖς, καὶ ἀπὸ τῶν ὀκτωκαίδεκα πόλεων, αἳ τοῖς στρατοῖς ἐπινίκια ἐπηγγελμέναι πάνυ ἐδυσχέραινον. τούσδε οὖν ἔχων Οὐετουλῖνος ἀνῄρει τῶν λοχαγῶν τοὺς διαθέοντας, μέχρι πεμφθέντος ἐπ᾽ αὐτὸν στρατοῦ πλέονος οὐδ᾽ ὣς ἔληξεν, ἀλλ᾽ ἐς Σικελίαν πρὸς Πομπήιον, κρατοῦντά τε αὐτῆς καὶ τοὺς φεύγοντας ὑποδεχόμενον, ἐπέρασεν. εἶτα ἐπολέμει καρτερῶς, μέχρι πολλαῖς μάχαις ἡσσώμενος τὸν μὲν υἱὸν καὶ ὅσοι τῶν προγεγραμμένων ἄλλοι συνῆσαν, ἐπὶ Μεσσήνης ἔπεμψεν, αὐτὸς δέ, ὡς εἶδε πορθμευόμενον ἤδη τὸ σκάφος, ἐμπεσὼν τοῖς πολεμίοις κατεκόπη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: