previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[49] Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις καὶ χρήματα διοικεῖν ἔδωκεν: δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν ὁμολογήσαντα. ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι προγεγραμμένον. δὲ εἵπετο καὶ ὥς. περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ Βαρβούλᾳ. δὲ ἐδεήθη Καίσαρος δι᾽ Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς Μᾶρκος, καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετ᾽ οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ Ἄκτιον. ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον ἀμφοτέροις: Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης εἶναι, καὶ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι ᾔτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι.

τοῖσδε μὲν οὖν συντυχία τῶν ὁμοίων καὶ ἐς τὸ ἔπειτα παρέμεινεν: ἦρξαν γὰρ τὴν ἐπώνυμον ἀρχὴν ἐν ἄστει οἱ δύο ὁμοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: