previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[55] θαρρήσας οὖν Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπ᾽ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπ᾽ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ: καὶ τοῦδε μὲν Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: