previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[132] τοῦτο μὲν δὴ τῶν τότε στάσεων ἐδόκει τέλος εἶναι. καὶ ἦν Καῖσαρ ἐτῶν ἐς τότε ὀκτὼ καὶ εἴκοσι, καὶ αὐτὸν αἱ πόλεις τοῖς σφετέροις θεοῖς συνίδρυον. λῃστευομένης δὲ κατὰ συστάσεις τῆς τε Ῥώμης αὐτῆς καὶ τῆς Ἰταλίας περιφανῶς καὶ τῶν γιγνομένων ἁρπαγῇ μετὰ τόλμης λῃστείᾳ λανθανούσῃ μᾶλλον ἐοικότων, Σαβῖνος ὑπὸ Καίσαρος αἱρεθεὶς εἰς διόρθωσιν πολὺν μὲν εἰργάσατο φθόρον τῶν ἁλισκομένων, ἐνιαυτῷ δ᾽ ὅμως εἰς εἰρήνην ἀφύλακτον ἅπαντα περιήγαγε. καὶ ἐξ ἐκεινου φασὶ παραμεῖναι τὸ τῆς στρατιᾶς τῶν νυκτοφυλάκων ἔθος τε καὶ εἶδος. θαυμαζόμενος δὲ Καῖσαρ ἐπὶ τῷδε ὀξέως οὕτως ἐξ ἀδοκήτου διωρθωμένῳ πολλὰ τῆς πολιτείας ἐφίει τοῖς ἐτησίοις ἄρχουσι διοικεῖν κατὰ τὰ πάτρια, καὶ γραμματεῖα, ὅσα τῆς στάσεως σύμβολα, ἔκαιε, καὶ τὴν ἐντελῆ πολιτείαν ἔλεγεν ἀποδώσειν, εἰ παραγένοιτο ἐκ Παρθυαίων Ἀντώνιος: πείθεσθαι γὰρ κἀκεῖνον ἐθέλειν ἀποθέσθαι τὴν ἀρχήν, τῶν ἐμφυλίων καταπεπαυμένων. ἐφ᾽ οἷς αὐτον εὐφημοῦντες εἵλοντο δήμαρχον ἐς ἀεί, διηνεκεῖ ἄρα ἀρχῇ προτρέποντες τῆς προτέρας ἀποστῆναι. δὲ ἐδέξατο μὲν καὶ τήνδε, Ἀντωνίῳ δὲ ἐφ᾽ ἑαυτοῦ περὶ τῆς ἀρχῆς ἐπέστελλεν. δὲ καὶ Βύβλον ἀπιόντα πρὸς αὐτὸν ἐντυχεῖν ἐδίδασκεν: ἐς δὲ τὰ ἔθνη τοὺς ἡγεμόνας αὐτὸς ὁμοίως ἔπεμπε καὶ ἐς Ἰλλυριοὺς ἐπενόει συστρατεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: