previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25] Τετάρακτο δὲ αὐτῷ καὶ τὰ τῆς Ἰταλίας ἔξω. Πομπήιος γὰρ ἐκ τῶν προγραφῶν καὶ κατοικίσεων τοῦ στρατοῦ καὶ τῆσδε τῆς Λευκίου διαφορᾶς ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἦρτο. οἱ γὰρ περὶ σφῶν δεδιότες τὰ ὄντα ἀφαιρούμενοι τὴν πολιτείαν ὅλως ἀποστρεφόμενοι ἐς αὐτὸν ἐχώρουν μάλιστα: καὶ ἄλλη νεότης ὡρμημένη στρατεύεσθαι διὰ τὰ κέρδη καὶ οὐδὲν ἡγούμενοι διαφέρειν, ὑφ᾽ ὅτῳ στρατεύσονται, Ῥωμαίοις πανταχοῦ συστρατευόμενοι, μᾶλλον ἐς τὸν Πομπήιον ἐχώρουν ὡς δικαιότερα αἱρούμενον. γεγένητό τε πλούσιος ἐκ τῆς θαλασσίου λείας καὶ ναῦς εἶχε πολλὰς καὶ πληρώματα ἐντελῆ. Μοῦρκός τε ἀφῖκτο αὐτῷ δύο ἄγων στρατοῦ τέλη καὶ τοξότας πεντακοσίους καὶ χρήματα πολλὰ καὶ ναῦς ὀγσοήκοντα: καὶ τὸν ἄλλον στρατὸν ἐκ Κεφαληνίας μετεπέμπετο. ὅθεν τισὶ δοκεῖ τότε Πομπήιος ἐπελθὼν εὐμαρῶς ἂν τῆς Ἰταλίας κρατῆσαι, ὑπό τε λιμοῦ καὶ στάσεως διεφθαρμένης καὶ ἐς αὐτὸν ἀφορώσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: